Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐκεῖθεν ἐπινίκια ἕστηκεν, ἐκεῖθεν τρόπαια Λακωνικὰ καὶ Ἀττικά, θαλάττια καὶ ἠπειρωτικά, μετʼ ἐπιγραμμάτων καλῶν· τοῦτον τὸν χορὸν ἐτίκων μὲν Λακεδαιμόνιοι, ἐδίδασκεν δὲ Λεωνίδης.

Καὶ τί δεῖ πλέω λέγειν, ἢ μουσικῆς πέρι ἀπομηκύνειν; ἀγαθὴ μὲν γὰρ εἰρήνης ξυνεργός, ἀγαθὴ δὲ ἐν πολέμῳ παραστάτις, ἀγαθὴ δὲ ἐν πολιτείᾳ ξύνοικος, ἀγαθὴ δὲ καὶ παίδων τροφός.

Ταχεῖα γὰρ τῶν αἰσθήσεων ἡ ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν.

Ὅθεν ἄμουσοι ψυχαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι,

οὐδαμῶς ἄν ποτε γένοιντο μέτοχοι ὀρθοῦ νόμου· μουσικὴν δὲ ὀνομάζουσιν τὴν αὑτῶν ἡδονὴν διʼ ὁμοιότητα οὐ τοῦ τέλους, ἀλλὰ τῆς περὶ τὰ μέλη πραγματείας·

οἷον εἰ τις καὶ ἰατρικὴν καλοῖ τέχνην, ἀπεληλαμένην μὲν τοῦ ὑγιεινοῦ, περὶ δὲ τὰ αὐτὰ φάρμακα ἐξεταζομένην.

Οὕτως ἀμέλει καὶ γεωμετρίαν, τὸ γενναιότατον φιλοσοφίας μέρος, οἱ μὲν πολλοὶ φαῦλον, καὶ ἐπὶ [*](2. 3 θαλάττια καὶ ἠπειρωτικά ut or. 35. 3 b συμβολαίων sq 11 προσαναγκάζουσα συμφθέγγεσθαι sq. ut or. 33.8 d vers. finem 13 παντὶ τῷ ἡδεῖ φαινομένῳ vi. supra § l 4e || 18 περὶ..τὰ αὐτὰ φάρμακα sq nam nulla τέχνη θεωρηματικὴ ἑαυτῆς vi or. 27. 3 a τέλος δὲ sq. et quae ibi adnotavi) [*](1 ἐλευσινόθεν in mge repetit. (schol. vet. a) R!) [*](1 χορῷ (ω in ras .) R! || 6 πλείω ϛ (δ Δ) || 7 ἀγαθὴ — ξυνεργός om. θ | εἰρήνης (ης in ras.) R! || 8 ἀγαθὴ ἥδε ἐν Markl. 9 〈πάνυ〉 ταχεῖα Reiske || 12 αὐτῆς (τῆς in ras. ) R! αὐτοῖς MN φ α(θ) || 13 in mge σημείωσαι N || 15 ὀνομάζουσα α(δ) |αὑτῶν] αὐτὴν α(δ) || 17 καλεῖ MNα(δ) corr Heins. ἀπολελειμμένην Reiske || 18 δὲ αὐτὰ τὰ φάρμακα φ α(δ Δ0) || 20 πολλοὶ τὸ φαῦλον Reiske (Duebn.))

435
[*](130 b)τῷ φαύλῳ τέλει, μέχρι τοῦ περὶ | τὴν χρείαν ἀναγκαίου δοκοῦντος, προσίενται, διαμετρῆσαι γῆν, καὶ ἀναστῆσαι τειχίον, καὶ πᾶν ὅσον εἰς χειρουργίαν αὐτῆς συντελεῖ, δοκιμάζοντες, πρόσω δὲ οὐχ ὁρῶντες·

ἡ δὲ οὐχ οὕτως ἔχει, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἄν ᾠκεῖτο χεῖρον ἡ γῆ, μὴ διαμετρουμένων αὐτὴν ἀκριβῶς πενήτων γεωργῶν· ἀλλὰ τοῦτο μὲν εἴη ἄν τι τῶν ἐν γεωργίᾳ τὸ φαυλότατον·

τὸ δʼ ἔργον αὐτό, ὥσπέρ τι ὀξυωπὲς τῆς διανοίας φάρμακον, ῥώμην αὕτη οὐκ ἀγεννῆ παρασκευάζει πρὸς τὴν θέαν τῶν ὅλων·

ἀθέατοι δὲ οἱ πολλοὶ τῆς χρείας ταύτης, καθάπερ εἴ τις ἠπειρώτης ἀνὴρ ναῦν ἰδὼν ἐν λιμένι, ἀγασθεὶς τοῦ σοφίσματος ἔνδον τῇ νηῒ || χρῷτο, πάντα κινῶν τὰ ὄργανα, τοῦτο [*](Ed. Duebn P. 148) οἰόμενος εἶναι τέλος τῆς νεώς.

Θαίη δʼ ἄν, οἴομαι, πρὸς αὐτὸν ἡ Ἀθηνᾶ, ἡ εὑρέτις τοῦ ἔργου τούτου· ῾Ὁρᾷς πέλαγος πλατὺ καὶ ἄπειρον, κεχυμένον ὑπὲρ τῆς γῆς, συνάπτον αὐτῆς τὰ τέρματα, ὧν πρόσθεν οὐδὲ ἀκοὴν εἶχές τε οὐδὲ ἐλπίδα τῆς θέας; ἑκάστῳ δὲ εἶς ἦν τόπος γνώριμος, ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς· φιλία δέ, καὶ ἐπιμιξία, καὶ κοι- [*](8 τὸ δʼ ἔργον sq. cf Plat republ. VII 561 a sq. Plut Ei ap. Delph. 6 vi. etiam ad or 24. 6 c ||11 καθάπερ εἴ τις ἠπειρώτης sq. simil or 8. 4 c || 16 πέλαγος πλατὺ sq. ut or 30. 2 b 21. 8 a 17 κεχυμένον sq vi. simil. or 34. 4 c || 19. 20 ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς vi. or. 27. 5 h) [*](1 τῷ φαύλῳ del Duebn ||3 αὐτὴ Markl. (Duebn.) || 7 τι] τοι Meiser del. Reiske γεωργίᾳ (quam non solum ipsam agri cul- turam, sed etiam philosophiam quandam esse docet p. 294. 11) RMN γεωμετρίᾳ cett. (δ Δ) || 8 αὐτό] αὐτῆς φ α(δ Δ0) || 9 αὕτη (τη in ras.) R! αὐτῇ φ α(δ Δ0) || 9 10 παρασκεύαζειν Markl. (Duk.) 11 εἴ τις om .α(δ) corr. Heins || 13 νηῒ in ras. R! || 15 οἶμαι nescio unde δΔ 16 〈τὸ〉 πέλαγος α(δ) || 17 〈καὶ〉 κεχυμένον α(δ) | ὑπὲρ] περὶ Markl. | τὴν γῆν Markl. || 18 πρόσθεν] πρῶτον M (pr. man.) N φ α(δ) πρότερον Markl. | εἶχές τε] εἴχετε Schottus εἶχές γε Dav.)

436
νωνία, καὶ ἀμοιβὴ τῆς παρʼ ἑκάστοις εὐπορίας, ἐκποδῶν ἦν, ἕως ὑμῖν τὸ σόφισμα τοῦτο ἐμηχανευσάμην τὴν ναῦν.