Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα·

γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.

Καὶ περὶ μὲν τῶν πόνων τάχα δὴ ἑξῆς διέξειμι·

νῦν δὲ δὴ μουσικῆς πέρι, τοῦ πρεσβυτάτου τῶν ἐν ψυχῇ ἐπιτηδευμάτων, προχειρισάμενοι λέγωμεν τὰ εἰκότα·

ὡς ἔστιν καλὸν μὲν καὶ ἀνδρὶ ἑνὶ μουσική, καλὸν δʼ αὖ καὶ πόλει καὶ γένει ξύμπαντι, ᾧ τῶν θεῶν μοίρᾳ μουσικὴν συνέβη ἐπιτηδευθῆναι.