Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Βασίλεια δʼ ἦν αὐτῷ τά τε ἱερὰ καὶ τὰ γυμνάσια καὶ τὰ ἄλση·

πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπιβούλευτος, γῆ τε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι· καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐδὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνιτεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν· ἀλλʼ οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινός τε ἦν καὶ ἰσχυρός, καὶ κατεγήρα εἰς τὸ ἀκρότατον·

μηδὲν φαρμάκων δεηθείς, [*](2 τά τε ἱερὰ καὶ τὰ γυμνάσια cf. Dio Chrys VI 14 οἰκίας δὲ τὰς καλλίστας . . ἔχειν τά τε ἱερὰ καὶ τὰ γυμνάσια cf. etiam Diog. Laert. VI 22 Lucian. vit. auct.9 Dio Chrys. IV 13 || 5 παντὸς Λεσβίου sq. cf. Dio Chrys. VI 13 ἥδιον δʼ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ ἄλλοι τὸν Θάσιον οἶνον. . κατεγέλα δὲ ζητούντων ὁπόθεν πάντως ὠνήσαιντο Χῖον ἢ Λέσβιον vi. etiam or 23.5 e || 6 φίλος ἦν καὶ συνήθης τῷ ἀέρι cf. Dio Chrys. VI 14 τοῦ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος vi. etiam or. 7. 5 a ἀέρι sq. || 7 ὥσπερ οἱ λέοντες cf. Dio Chrys. IV 14 et (de Alexandro) II 29 | οὐκ ἀπεδίδρασκεν sq. Dio Chrys. VI 10 οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι ἐὰν καὶ σμικρὸν αἴσθωνται ψύχους εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα 8 τοῦ μὲν χειμῶνος sq. cf. Diog. Laert. VI 23 Dio Chrvs. VI 8 et 10 Lucian. cyn. 17 (549) etiam Diog. Laert. VI 34 Dio Chrys. VI 15 Lucian cyn. 5 vi. etiam or. 41. 3 i οὐκ ὄμβρων ἀνεχό- μενον || 11 ὑγιεινός sq. cf. Diog. ep. 34 Cratet. ep. 3 (ὑγιεινότερος Περσικοῦ) Lucian Demon. 3 Dio Chrys VI 8 Epict. diss. IV 8. 31 || 12 κατεγήρα εἰς τὸ ἀκρότατον cf. Diog. Laert. VI 31 etiam Dio Chrys VI 23 | μηδὲν φαρμάκων — p. 423. 2. 3 ἱερέων καθαι- ρόντων cf. Dio Chrys VI 23 sq. μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέ- χουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός· καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν) [*](4. 5 καὶ κρῆναι — p. 423. 3 ἐπᾳδόντων p) [*](5 πόματος α(δ Δ0) || 11 τε (ante ἦν) in ras. R!)

423
μὴ σιδήρου, μὴ πυρός, μὴ Χείρωνος, μὴ Ἀσκληπιοῦ, μὴ Ἀσκληπιαδῶν, μὴ μάντεων μαντευομένων, μὴ ἱερέων [*](126 b) καθαιρόντων, μὴ |γοήτων ἐπᾳδόντων.

Πολεμουμένης δὲ τῆς Ἑλλάδος, καὶ πάντων πᾶσιν ἐπιτιθεμένων, (Γ 132) οἵ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, ἐκεχειρίαν ἦγεν μόνος, ἐν ὡπλισμένοις ἄοπλος, ἐν μαχομένοις ἔνσπονδος πᾶσιν· ἀπείχοντο δὲ αὐτοῦ καὶ οἱ ἄδικοι, καὶ οἱ τύραννοι, καὶ οἱ συκοφάνται.

Ἤλεγχε μὲν γὰρ τοὺς πονηρούς, ἀλλʼ οὐ λόγων σοφίσμασιν, ὅσπερ ἐλέγχων ἀνιαρότατος, ἀλλὰ ἔργοις, παρατιθεὶς ἑκάστοτε, ὅσπερ ἐλέγχων ἀνυσιμώτατος καὶ εἰρηνικώτατος· καὶ διὰ τοῦτο οὔτε Μέλητός τις ἐπὶ Διογένην ἀνέστη, οὔτε Ἀριστοφάνης, οὐκ Ἄνυτος, οὐ Λύκων.

Πῶς οὖν οὐ προηγούμενος τῷ Διογένει ὁ βίος οὗτος, ὃν ἑκὼν εἵλετο, ὅν Ἀπόλλων ἔδωκεν, ὃν ὁ Ζεὺς ἐπήνεσεν, ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν; ἢ ἄλλό τι ἡγού |μεθα εἶναι τὴν περίστασιν, ἢ χρῆσιν πράξεως,

[*](Ed. Duebn. p.144)[*](ὄφελος εἶναι μηδὲ μάντεων μαντευομένων μηδὲ ἱερέων καθαι- ρόντων)[*](3. 4 πολεμουμένης sq. cf Dio Chrys. 6. 60 βαδίζω ὅποι βού- λομαι καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν· οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐδʼ ἐχθρός ἐστι βαδίζοντι etiam 12. 19 Lucian. Demon. 63 Epict diss. l 24. 9 || 7 ἔνσπονδος πᾶσιν ef. Lucian. Demon. 3 φίλος πᾶσι || 7.8 ἀπείχοντο αὐτοῦ ... καὶ οἱ συκοφάνται cf Diog. ep. 34 ἵνα διαφύγω ..τοὺς ἐπʼ ἀγορᾶς συκο- φάντας || 10 ὅσπερ . . ἀνιαρότατος sicut philosophus qui ob ean- dem causam appellatur βαρὺ καὶ πρόσαντες ἄκουσμα or. 4. 6 c 12 διὰ τοῦτο οὔτε Μέλητός τις sq. cf. Lucian Demon. 11 || 16 ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν cf. Diog ep. 34. 2 παντὶ νοῦν ἔχοντι αἱρετὰ εἰς εὐτέλειαν (cynici στολή))[*](2 μαντευομένων om. p || 6 ἡγεμόνος MN α(δ) corr. Leopardus (Emendata XVII 2) || 7 ἀπείχοντο (ει in ras. ) R! || 9 ἀλλʼ del. Markl. || 10 ἀνιαρότατος R (ρότατος in ras.) H ἀνιαρώτατος cett (δ) | ἀλλὰ 〈ἔργα〉 ἔργοις Steph. (Duebn.) || 11. 12 εἰρηνι- τατος (eras. ι et suprascr κώ) R! || 12 Μέλητός RM Μέλιτός cett. (δ Δ0))
424

οὐκ αὐθαίρετον τῷ ἔχοντι; Ἔρου δὴ τὸν γεγαμηκότα· ῾Τίνος εἵνεκεν γαμεῖςʼ; Παίδων, φησίν· τὸν παιδοτροφοῦντα, τίνος εἵνεκα ἐτεκνώσατο; διαδοχῆς ἐρᾷ· τὸν στρατευόμενον, πλεονεξίας ἐρᾷ· τὸν γεωργοῦντα, καρπῶν ἐρᾷ· τὸν χρηματιζόμενον, εὐπορίας ἐρᾷ· τὸν πολιτευόμενον, τιμῆς ἐρᾷ.

Τῶν δὲ ἐρώτων τούτων οἱ πολλοὶ ἀμβλισκάνουσιν, καὶ εἰς τοὐναντίον περῖίστανται, καὶ εὐχῆς ἔργον ἡ ἐπιτυχία, οὐ γνώμης οὐδὲ τέχνης.

Ἕκαστος δὴ τῶν ταῦτα αἱρουμένων περίστασίν τινα διαπεραίνεται τοῦ βίου, καὶ ταλαιπωρίας ἀνέχεται οὐχ ἑκουσίου, οὐδὲ διʼ ἄγνοιαν τῶν αὐθαιρέτων ἀγαθῶν.

Τίνα γὰρ ἄν τις καὶ φαίη τούτων ἐλεύθερον; τὸν δημαγωγόν; δοῦλον λέγεις πολλῶν δεσποτῶν· τὸν ῥήτορα; δοῦλον λέγεις πικρῶν | δικαστῶν· τὸν τύραννον; [*](127 a) δοῦλον λέγεις ἀκολάστων ἡδονῶν· τὸν στρατηγόν; δοῦλον λέγεις ἀδήλου τύχης· τὸν πλέοντα; δοῦλον ἀσταθμήτου τέχνης·

τὸν φιλόσοφον; ποῖον λέγεις; ἐπαινῶ μὲν γὰρ καὶ Σωκράτην· ἀλλʼ ἀκούω λέγοντος· ῾Πείθομαι τῷ νόμῳ, καὶ ἑκὼν ἐπὶ τὸ δεσμωτήριον

ἄπειμι, καὶ λαμβάνω τὸ φάρμακον ἑκών᾿ . Ὦ Σώκρατες, ὁρᾷς τι φῆς; ἑκών, ἢ πρὸς ἀκουσίους τύχας [*](4. 5 στρατευόμενον . . γεωργοῦντα .. χρηματιζόμενον .. πολι- τευόμενον vi. simil. or. 15. 1 b sq et quae ibi adnotavi || 10 καὶ ταλαιπωρίας sq. vi. or. 34. 4 b καὶ ταλαιπωρίας δεῖ || 16 ἀδήλου τύχης vi. or. 13. 7 b τὸ ἄδηλον sq.) [*](1 αὐθαιρέτου Reiske || 2 εἵνεκα nescio unde Δ | γαμεῖ φ α(δ Δ) || 7. 8 περϊίσταται MN || 8 εὐχῆς] τύχης φ? (῾ idcirco op- tatorum adeptio fortunae magis est quam mentis iudiciiʼ σ2) et ita Combes |||9 δὴ] δῆα α(δ) |τῶν (ante ταῦτα) in ras. 10 ταλαιπωρίας (πω in ras.) R || 11 ἑκουσίουδὲ (suprascr. ου) R οὐκ ἀκουσίου (οὐδὲ) Orelli (Markl.) (Duebn.) οὐχ ἑκουσίους· οὐδὲ Reiske (Duk.) || 11.12 ἀγαθῶν] κακῶν Reiske || 17 δοῦλον 〈λέγεις〉 ἀσταθμήτου Dav. || 21 ἑκὼν 〈εἴκεις〉, ἢ Reiske)

425
εὐπρεπῶς ἵστασαι; ῾ Πειθόμενος νόμῳʼ. Τίνι; εἰ μὲν γὰρ τῷ τοῦ Διός, ἐπαινῶ τὸν νομοθέτην· εἰ δὲ τῷ Σόλωνος, τί βελτίων ἦν Σόλων Σωκράτους; Ἀποκρινάσθω μοι καὶ Πλάτων ὑπὲρ φιλοσοφίας, εἰ μηδεὶς αὐτὴν ἐπετάραξεν, μὴ Δίων φεύγων, μὴ Διονύσιος ἀπειλῶν, μὴ τὰ Σικελικὰ καὶ τὰ Ἰώνια πελάγη, ἄνω καὶ κάτω πρὸς ἀνάγκην διαπλεόμενα.

Κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατηναγκασμένης, καὶ στρατηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. Ταῦτα τοίνυν i φημὶ τὰς περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, διʼ ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐδὲ ἐν δεσμωτηρίῳ κείμενος, οὐδὲ ἐκ τῶν συμφορῶν ἐπαινούμενος.

[*](1 πειθόμενος νόμῳ vi. or. 25. 7 k vers. finem || 3 Σωκράτης .. Πλάτων .. Ξενοφῶν .. vi. or. 34. 9 b sq. etiam or. 1. 10 f || 3. 4 ἀποκρινάσθω sq. ut or 7. 1 d; 11. 6 e; 16. 2 a; 18. 5 a; 38. 4 i al. 4. 5 εἰ μηδεὶς . . . ἐπετάραξεν sq. vi simil. or. 34. 9 c || 6 τὰ Σι- κελικὰ. πελάγη vi. or 30. 2 b || 12.13 ὑψηλότερος ... Ἀρταξέρξου cf. Horat. carm. lII 9 ῾ Persarum . . rege beatiorʼ)[*](8 τοῦτον in mge Ξενορῶν (schol. recentiss.) R!)[*](1 ἀπρεπῶς Reiske | 〈τῷ〉 νόμῳ Markl. || 4 5 αὐτὸν Heins. (Duebn.) || 6 ᾿Ιόνια α(δ) || 7 Ξενοφῶντα] in mge ἴσως ξενοφῶντος (subaudiri voluit ἔλθω βίον) N || 8 τούτου α(δ Δ0) || 9 στρατιᾶς] στρατείας Markl. (Duebn. ) || 10 ταύτας ϛ(δΔ) || 12 διʼ οὗ Markl καὶ (ante Λυκούργου) om. MN α(δ))