Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*]( Ed. Duebn. p.143)

Ἀπολείπουσά μοι ταυτασὶ τὰς εἰκόνας αὐτοῖς μύθοις, ἴθι ἐπʼ ἄνδρα, οὐ κατὰ τὴν Κρόνου καὶ ἀρχὴν βιοτεύσαντα, ἀλλʼ ἐν μέσῳ τῷ σιδηρῷ τούτῳ γένει, ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος·

Ἦν δὲ οὗτος οὐκ Ἀττικός, οὐδὲ Δωριεύς, οὐδʼ ἐκ τῆς Σόλωνος τροφῆς, οὐδʼ ἐκ τῆς Λυκούργου παιδαγωγίας (οὐ γὰρ χειροτονοῦσιν τὰς ἀρετὰς οἱ τόποι οὐδὲ οἱ νόμοι), ἀλλὰ ἦν μὲν Σινωπεὺς ἐκ τοῦ Πόντου· συμβουλευσάμενος δὲ τῷ Ἀπόλλωνι τὰς περιστάσεις πάσας ἀπεδύσατο, καὶ τῶν δεσμῶν ἐξέλυσεν αὐτόν, καὶ περιῄει τὴν γῆν ἄφετος, ὄρνιθος |δίκην νοῦν ἔχοντος, οὐ τύραννον [*](126 a) [*](6 κατὰ τὴν Κρόνου sq. vi. supra § l h || 8 ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς (immo ὑπʼ Ἀντισθένους cf. Epict. diss. lII 24. 67) cf Diog. ep. 7 (et 34. 3) ἐλεύθερος ὑπὸ τὸν Δία (πατέρα) Epict. diss Ill 22. 56 κυνικῷ δὲ καῖσαρ τίς ἐστιν ἄλλος . . ἢ ὁ κατα- πεπομφὼς αὐτὸν . . ὁ Ζεύς; etiam Epict diss. IV 8. 30 | τοῦ Ἀπόλλωνος scil. ex quo μαντεῖον Diogeni ἐγένετο (aeque ac So- crati) cf. Diog. Laert. VI 20 et 21 vi etiam infra vers. 12. 13 συμβουλευσάμενος sq. || 13 τὰς περιστάσεις πάσας sq. cf. Dio Chrys. VI 16 ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρω- ποι, πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τούτων ἕνεκεν οἰκτρῶς ἀπό- λωλεν, ἁπάντων ἐκείνῳ χρημιάτων ἀπονώτατον ἦν καὶ ἀδαπα- νώτατον et 34 || 14. 15 περιῄει τὴν γῆν sq. vi. or. 9. 6 g cf. Dio Chrys VI 60 Lucian. eyn. 17 (et 13 de Heracle) || 15 ὄρνιθος δίκην vi. or 10. 2 f de anima; 37. 8 b de nave || 15. p. 421. 1 οὐ) [*](12 in mge περὶ Διογένους (schol. recentis.) R!) [*](1 δʼ ἄρʼ] δʼ ἂν MN δʼ ἅμ᾿ Homerus et ita Dav.2 (Duebn.) 5 〈 Ἀλλʼ 〉 ἀπολείπουσά Reiske (Duk.) || 6 καὶ (ante ἀρχὴν) om. N φα(δ Δ) sed vi. p.379 10 || 7 βιοτεύσαντα (τα in ras.) R! |τούτῳ om. Duebn. || 9 οὐκ ἐκ Markl. (Duebn) || 11 οὐδὲ οἱ] οἱ δὲ M)

421
δεδιώς, οὐχ ὑπὸ νόμου κατηναγκασμένος, οὐχ ὑπὸ πολιτείας ἀσχολούμενος, οὐχ ὑπὸ παιδοτροφίας ἀγχόμενος, οὐχ ὑπὸ γάμου καθειργμένος, οὐχ ὑπὸ γεωργίας κατεχόμενος, οὐχ ὑπὸ στρατείας ἐνοχλού- μενος, οὐχ ὑπὸ ἐμπορίας περιφερόμενος·

ἀλλὰ τούτων ἀπάντων τῶν ἀνδρῶν καὶ τῶν ἐπιτηδευμάτων κατεγέλα, ὥσπερ ἡμεῖς τῶν σμικρῶν παίδων, ἐπειδὰν ὁρῶμεν αὐτούς περὶ ἀστραγάλους σπουδάζοντας, τύπτοντας καὶ τυπτομένους, ἀφαιροῦντας καὶ ἀφαιρουμένους· αὐτὸς δὲ βασιλέως ἀφόβου καὶ ἐλευθέρου δίαιταν διαιτώμενος, οὐκ ἐπιτρίβων ἐν χειμῶνι Βαβυλωνίους, οὐδὲ Μήδοις ἐνοχλῶν ὥρᾳ θέρους, ἀλλʼ ἐκ τῆς Ἀττικῆς ἐπὶ τὸν Ἰσθμόν, καὶ ἀπὸ τοῦ Ἰσθμοῦ ἐπὶ τὴν Ἀττικὴν [*](τύραννον δεδιώς = or. 20. 2 b ad rem cf. Diog. ep. 34 μηδένα φοβούμενος τῶν μεγάλων δεσποτῶν vi. etiam p. 421. 10 ἀφόβου) [*](1. 2 ὑπὸ νόμου . . ὑπὸ πολιτείας cf. Diog. Laert. VI 38 Lu- cian vit. auct. 9 cyn. 15 Demon. 34 Diog. ep. 29 Epict. diss. I 8. 31 || 2.3 ὑπὸ παιδοτροφίας.. ὑπὸ γάμου cf Lucian. vit. auct. 9 Diog. ep. 47 Epici. diss. IV 8. 31 vi. etiam infra § VI b || 4.5 οὐχ ὑπὸ στρατείας ἐνοχλούμενος nisi quod στρατεύεται ἐπὶ τὰς ἡδονάς cf. Lucian. vit. auct. 8 || 6 κατεγέλα (ut Socrates vi. or. 12.10 c) cf Lucian lcarom. 18 cyn. 19 (547) fugit. 19 Dio Chrys. VI 21 Hippocr. ep. 17. 20 Diog. ep. 47 (H 257) etiam Lucian. Dem. 3|| 7 ὥσπερ ἡμεῖς τῶν σμικρῶν παίδων sq. vi. or. 3. 5 d || 9 ἀφαι- ροῦντας sq. ut or. 12 10 e || 10 βασιλέως nam οἶδεν ἀνθρώπων ἄρχειν cf. Diog. Laert. VI 29 et 74 cf. etiam Epict. diss. III 22. 49 | ἀφόβου nam maulta metuunt alii vel reges vel tyranni cf. Dio Chrys. VI 35 ὥστε οὐκ . . ἑαυτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φο- βούμενον . . πενίαν, φοβούμενον νόσους . . ἐκπεπληγμένον τὸν θάνατον καὶ πάντας ἐπιβουλεύειν αὑτῶ νομίζοντα sq. | ἐλευθέρου cf. Cratet. ep. 3 (de Sardanapalo) etiam Lucian. vit. auct. 7|| 11 οὐκ ἐπιτρίβων sq. cf. Dio Chrys. VI 1 sq. Lucian. vit. auct. 9 lulian. VI 195 b Plut. prof. in virt. 6 an vitios. 3 Diog. ep. 38|| 12 ἐκ τῆς Ἀττικῆς sq cf. Epict. diss. III 24. 66) [*](6 τῶν (ante ἀνδρῶν) om. MN α(δ) corr. Markl || 10 βασιλέως (λέως in ras.) R! || 12 ἐν ὀχλῶν MN || 13 καὶ τοῦ (suprascr. ἀπὸ) R!)

422
αὖθις ὁμοῦ ταῖς ὥραις μετανιστάμενος.

Βασίλεια δʼ ἦν αὐτῷ τά τε ἱερὰ καὶ τὰ γυμνάσια καὶ τὰ ἄλση·

πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπιβούλευτος, γῆ τε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι· καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐδὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνιτεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν· ἀλλʼ οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινός τε ἦν καὶ ἰσχυρός, καὶ κατεγήρα εἰς τὸ ἀκρότατον·

μηδὲν φαρμάκων δεηθείς, [*](2 τά τε ἱερὰ καὶ τὰ γυμνάσια cf. Dio Chrys VI 14 οἰκίας δὲ τὰς καλλίστας . . ἔχειν τά τε ἱερὰ καὶ τὰ γυμνάσια cf. etiam Diog. Laert. VI 22 Lucian. vit. auct.9 Dio Chrys. IV 13 || 5 παντὸς Λεσβίου sq. cf. Dio Chrys. VI 13 ἥδιον δʼ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ ἄλλοι τὸν Θάσιον οἶνον. . κατεγέλα δὲ ζητούντων ὁπόθεν πάντως ὠνήσαιντο Χῖον ἢ Λέσβιον vi. etiam or 23.5 e || 6 φίλος ἦν καὶ συνήθης τῷ ἀέρι cf. Dio Chrys. VI 14 τοῦ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος vi. etiam or. 7. 5 a ἀέρι sq. || 7 ὥσπερ οἱ λέοντες cf. Dio Chrys. IV 14 et (de Alexandro) II 29 | οὐκ ἀπεδίδρασκεν sq. Dio Chrys. VI 10 οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι ἐὰν καὶ σμικρὸν αἴσθωνται ψύχους εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα 8 τοῦ μὲν χειμῶνος sq. cf. Diog. Laert. VI 23 Dio Chrvs. VI 8 et 10 Lucian. cyn. 17 (549) etiam Diog. Laert. VI 34 Dio Chrys. VI 15 Lucian cyn. 5 vi. etiam or. 41. 3 i οὐκ ὄμβρων ἀνεχό- μενον || 11 ὑγιεινός sq. cf. Diog. ep. 34 Cratet. ep. 3 (ὑγιεινότερος Περσικοῦ) Lucian Demon. 3 Dio Chrys VI 8 Epict. diss. IV 8. 31 || 12 κατεγήρα εἰς τὸ ἀκρότατον cf. Diog. Laert. VI 31 etiam Dio Chrys VI 23 | μηδὲν φαρμάκων — p. 423. 2. 3 ἱερέων καθαι- ρόντων cf. Dio Chrys VI 23 sq. μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέ- χουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός· καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν) [*](4. 5 καὶ κρῆναι — p. 423. 3 ἐπᾳδόντων p) [*](5 πόματος α(δ Δ0) || 11 τε (ante ἦν) in ras. R!)

423
μὴ σιδήρου, μὴ πυρός, μὴ Χείρωνος, μὴ Ἀσκληπιοῦ, μὴ Ἀσκληπιαδῶν, μὴ μάντεων μαντευομένων, μὴ ἱερέων [*](126 b) καθαιρόντων, μὴ |γοήτων ἐπᾳδόντων.

Πολεμουμένης δὲ τῆς Ἑλλάδος, καὶ πάντων πᾶσιν ἐπιτιθεμένων, (Γ 132) οἵ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, ἐκεχειρίαν ἦγεν μόνος, ἐν ὡπλισμένοις ἄοπλος, ἐν μαχομένοις ἔνσπονδος πᾶσιν· ἀπείχοντο δὲ αὐτοῦ καὶ οἱ ἄδικοι, καὶ οἱ τύραννοι, καὶ οἱ συκοφάνται.

Ἤλεγχε μὲν γὰρ τοὺς πονηρούς, ἀλλʼ οὐ λόγων σοφίσμασιν, ὅσπερ ἐλέγχων ἀνιαρότατος, ἀλλὰ ἔργοις, παρατιθεὶς ἑκάστοτε, ὅσπερ ἐλέγχων ἀνυσιμώτατος καὶ εἰρηνικώτατος· καὶ διὰ τοῦτο οὔτε Μέλητός τις ἐπὶ Διογένην ἀνέστη, οὔτε Ἀριστοφάνης, οὐκ Ἄνυτος, οὐ Λύκων.