Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Tίς οὕτως ἀνόητος καὶ δύσερως καὶ κακοδαίμων ἀνήρ, ὥστε διὰ φιλίαν μικρῶν καὶ ἐφημέρων ἡδονῶν, καὶ ἀγαθῶν ἀμφισβητησίμων, καὶ ἀδήλων ἐλπίδων, καὶ ἀμφιβόλων εὐτυχημάτων, μὴ ἀνασκευάσασθαι, μηδὲ ἀνοικίσαι αὐτὸν εἰς ἀμολογημένην εὐδαιμονίαν; καὶ ταῦτα, εἰδὼς ὅτι ἀπαλλάξεται πολλαπλασίων κακῶν, ἃ τῷ δευτέρῳ τρόπῳ καὶ βίῳ ἀναπεφυρμένα, πῶς οὐ περιστατικὴν ποιεῖ κακοδαίμονά τε τὴν διαγωγὴν τοῦ

βίου καὶ σφόδρα ἀτυχῆ; Ὥστε εἰκάσαιμιʼ ἄν ἔγωγε ἑκάτερον τῶν βίων, τὸν μὲν γενναῖον τοῦτον καὶ παντοδαπὸν δεσμωτηρίῳ χαλεπῷ κακοδαιμόνων ἀνδρῶν καθειργμένων ἐν ἀφεγγεῖ μυχῷ, πολὑν μὲν τοῖς ποσὶν σίδηρον περιβεβλημένων, βαρύν δὲ κλοιὸν περὶ τῷ αὐχένι, κὰκ ταῖν χεροῖν ἐξηρτημένων δεσμὰ δυσχερῆ, ῥυπώντων, καὶ ἀγχομένων, καὶ ρρυττομένων, καὶ στενόντων·

[*](4 ἄφετον . . ἀδεῆ . . ἄλυπον vi.or. 32.9 d ἀλλὰ ἄφετος || 6 τίς οὕτως ἀνόητος καὶ δύσερως καὶ κακοδαίμων ═ or. 34 1 c vi. etiam or. 1.5 c ἦ ἔρωτα ἠράσθη sq. || 16 δεσμωτηρίῳ χαλεπῷ sq. vi simil. or. 7. 5 a οἷον εἰ sq cf. etiam Dio Chrys. VI 40 καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται προσδοκᾷ ποτε λυθῆναι Lucian. eyn. 5 καθάπερ οἱ ἐν τοῖς δεσμωτηρίοις || 20 ἀγχομένων sq. ut or. 1. 4 e)[*](1 τὴν προτέρου (suprascr. τοῦ) R! || 2. 3 μετατίθεσθαι καὶ μετοικίζεσθαι φα(δ Δ⁰ ) || 5 τίς μετοικεῖ om. Δ (err. typ.) ||13 ποιεῖ (οι in ras.) R! || 15 γεναῖον (pr. man.) R ἀγελαῖον Markl. ἀναγκαῖον Μeiser sed inmerito ‘ironiamʼ negat Markl || 17 πολὺ ρὲν (suprascr. ν) R! || 20 ῥυπώντων (πων in ras.) R! ῥυττομένων] ρηττομένων α(δ) unde ῥιπτομένων Steph πτυρομένων MMarkl. ὀδυρομένων Orelli Meiser κυριττομένων (vel ῥηγνυμένων) Reiske del lacobs (ad Philostr 797))
419

ὑπὸ δὲ χρόνου καὶ ἔθους εὐημερίας τινὰς ἑαυτοῖς ἔνδον καὶ εὐθυμίας μηχανωμένων, μεθυσκομένων ἐνίοτε ἐν τῷ δεσμωτηρίῳ, καὶ ᾀδόντων ἀναμίξ, καὶ γαστριζομένων, καὶ ἀφροδισιαζόντων, καὶ μηδὲ ἡρέμα ἑκάστου ἐμπιμπλαμένων διὰ δέος καὶ ἀπιστίαν καὶ μνήμην τῶν παρόντων κακῶν·