Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](Ed. Duebn. p. 141)Ἐμοί δὲ ὁ μῦθος ἀπελθὼν ἐκποδών, καὶ γενόμενος ἐκ μύθου αὐτὸ τοῦτο λόγος, προῖὼν παραβαλλέτω βίον βίῳ, τῷ προτέρῳ τὸν δεύτερον, εἴτε σιδηροῦν τις αὐτόν, εἴτε καὶ ἄλλῃ πη ὀνομάζων χαίρει, ἡνίκα ἤδη κληρουχήσαντες οἱ ἄνθρωποι τὴν γῆν, ἐπετέμοντο αὐτῆς ἄλλος ἄλλην μοῖραν, περιβάλλοντες αὐτοῖς ἕρκη καὶ τειχία, καὶ τὰ σώματα σπαργάνοις μαλθακοῖς [*](124 a) καθειλίξαντες, καὶ τὼ πόδε σκύτεσιν χαρακώσαντες, καὶ χρυσὸν οἷ μὲν τοῖς αὐχέσιν, οἱ δὲ ταῖς κεφαλαῖς, οἱ δὲ τοῖς δακτύλοις περιαρτήσαντες, εὔφημόν τινα καὶ εὐπρόσωπον δεσμόν, καὶ στέγας οἰκοδομησάμενοι, καὶ κλεῖδας καὶ αὐλίους καὶ προπύλαια ἄττα ἐπιστήσαντες·

καὶ παρέχοντες τῇ γῇ πράγματα. [*](ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι μήτε πυρὸς ὄντος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου;) [*](2.3 ὑπὸ Κρόνῳ . βίον vi. or. 21 5 c: 23. 5 b cf. Dio Ghrys. VI 206 Lucian. fug. 17 Diog ep. 32 (B 247) καλὰ γὰρ τὰ παρὰ Διονυσίῳ μέχρι λόγου, ἐλευθερία ὁὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ ψιλὴ κυνὸς μάζα βεβαιότερος || 11 τὴν γῆν ἐπετέμοντο sq. vi. or. 29. 7 g 13.14 σπαργάνοις μαλθακοῖς sq. cf. Dio Ghryvs. VI 15 ἔφη (ὁ Διο- γένης) τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων vi. etiam or. 41. 3 k ἀμπεχόνης δεόμενον sq. || 17 εὐπρόσωπον δεσμὸν ut εὐπρόσωπον κακὸν (de voluptate) or.29 2 b vers. Cnem || 19 παρέχοντες τῇ γῇ πράγματα) [*](6 in mge Ἡσίοδος (man. recentis.) R!) [*](2 εἶναι] ἰέναι Reiske ||11.12 ἐπετέμοντο] ἀπετέμοντο Keiske (Duk.) ἐπενέμοντο Markl. (Duebn) || 14 κατειλίξαντες MNα(δ) 18 κλεῖ-δας l κλεισιάδας Markl. αὐλείους ς(δ Δ))

415
μεταλλεύοντες αὐτὴν καὶ σκάπτοντες καὶ ὀρύττοντες· καὶ μηδὲ τὴν θάλατταν κατὰ χώραν ἐῶντες, ἀλλὰ ἐπιτειχίσαντες καὶ ταύτῃ σκάφη πολεμιστήρια καὶ πορευτικὰ καὶ ἐμπορευτικά·

μηδὲ τοῦ ἀέρος ἀπεχόμενοι, ἀλλὰ καὶ τοῦτον ληῖζόμενοι, τὰς ὀρνίθων ἀγέλας ἰξῷ καὶ ἕρκεσιν καὶ παντοδαπαῖς μηχαναῖς σαγηνεύοντες·

ἀποσχόμενοι δὲ μήτε τῶν ἡμέρων ζῴων διʼ ἀσθένειαν, μήτε τῶν ἀγρίων διὰ δέος, ἀλλὰ αἵματι καὶ φόνῳ καὶ λύθρῳ παντοδαπῷ γαστριζόμενοι· καὶ ἀεί τι ταῖς ἡδολυπηροῖς· ναῖς εὑρίσκοντες νέον, καὶ τῶν ἑώλων ὑπερορῶντες·

καὶ διώκοντες μὲν τὰ τερπνά, περιπίπτοντες δὲ τοῖς πλούτου μὲν ὀρεγόμενοι, ἀεὶ δὲ τὸ παρὸν ἐνδεέστερον ἡγούμενοι τοῦ ἀπόντος, καὶ τό τε κτηθὲν ἔλαττον τοῦ προσδοκωμένου· δεδιότες μὲν ἔνδειαν, πληρωθῆναι δὲ μὴ δυνάμενοι·

φοβούμενοι μὲν θάνα [*](. . μηδὲ θάλατταν κατὰ χώραν ἐῶντες . . δ. 150 οὐδὲ ἀέρος ἀπεχόμενοι cf. Xenoph. Gryll 8 Phil. de anim. 47 Dio Ghrys. 30. 33 Muson. ap. Stob. θ. 18. 38 lulian. lI 101 c Hora t. od. l 3 Themist. 367 a Lucian. eyn 8 Hippocr. ep. 17 vi. etiam or. 35. 3 b ἄνω καὶ κάτω sq.) [*](1 μεταλλεύοντες .. ὀρύττοντες sq. vi. or. 35. 3 b τὰ ἀφανῆ sq. h τοῦτον ληιζόμενοι vel etiam adeυntes pinonis non homini datisʼ vi. or. 31. 3 d 11 διώκοντες . . τὰ τερπνά sq. cf. D1ο Chrys. VI 29 διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἀπόντος ἀεὶ ζῆν ἀηδέσ- τερον 12 ἀεὶ . . τὸ παρὸν sq cf. Lucian. eyn. 8 ὑμεῖς τῷ διʼ ἀπληστίαν τε καὶ ἀκρασίαν ἁρπάζοντι πάντα τούτῳ άλιστα ἐοίκατε πᾶσι χρῆσθαι ἀξιοῦντες καὶ τοῖς ἀπανταχοῦ μὴ τοῖς παρʼ ὑμῖν μόνον Ovid. fast. l 212 plurima possident, plura petuntʼ vi. etiam or. 1 5 g ἔνθεν sq. or. 41. 3 k || 14 δεδιότες sq. cf Dio Chrςs. VI 34 καὶ μάλιστα δεδιότες μή ποτε αὐτοὺς ἐπιλίπῃ τὰ ἀναγκαῖα 15 φοβούμενοι . . θάνατον sq. cf. Epict. fragm. 95 θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνήσκειν) [*](10 ἑώλων] in mge χθιζῶν (schol. vet. a) R) [*](8 αἵματι φονίῳ (om. καὶ) α(δ) || 10 ἐξευρίσκοντες Markl ἑώλων α(δΔ) || 13 τότε RM τὸ cert (δΔ) an τότε ut or. 32. 7 b? vel τὸ 〈ἐκάστο〉τε? 14 δεδειότες R)

416
τον, μὴ φροντίζοντες δὲ τοῦ ζῆν· εὐλαβούμενοι νόσους,

τῶν δὲ νοσερῶν οὐκ ἀπεχόμενοι· ὑποπτεύοντες μὲν ἄλλους, ἐπιβουλεύοντες δὲ τοῖς πλείστοις· δεινοὶ μὲν πρὸς τος ἀνόπλους, δειλοὶ δὲ πρὸς τοὺς ὡπλισμένους·

μισοῦντες μὲν τυραννίδα, τυραννεῖν δὲ αὐτοὶ ἐπιθυμοῦντες· ψέγοντες μὲν τὰ αἰσχρά, τῶν δὲ αἰσ. [*](124b) χρῶν οὐκ ἀπεχόμενοι·

τὰς εὐτυχίας θαυμάζοντες, τὰς ἀρετὰς μὴ θαυμάζοντες· τὰς δυστυχίας ἐλεοῦντες, οὐκ ἀπεχόμενοι τῶν μοχθηρῶν· ἐν μὲν ταῖς εὐπραγίαις τολμηταί, ἐν δὲ ταῖς δυσπραγίαις ἀνάκλητοι·

μακαρίζοντες μὲν τοὺς τεθνηκότας, γλιχόμενοι δὲ τοῦ ζῆν, μισοῦντες μὲν τὸ ζῆν, φοβούμενοι δὲ ἀποθανεῖν·

προβεβλημένοι μὲν τοὺς πολέμους, εἰρήνην δὲ ἄγειν μὴ δυνάμενοι· ἐν μὲν δουλείᾳ ταπεινοί, ἐν δὲ ἐλευθερίᾳ θρασεῖς· ἐν μὲν δημοκρατίᾳ ἀκατάσχετοι, ἐν δὲ τυῥανίδι [*](1.2 εὐλαβούμενοι νόσους sq. cf Dio Chrςs. VI 34 φοβούμενοι νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενοι θ ἐπιβου- λεύοντες ..τοῖς πλείστοις cf. Lucian. cyγn. 6 καὶ ἐπιβουλεύετε ἀλλή- λοις διὰ ταῦτα sq Dio Chrys. VI 34 ἀπόντας ἀλλήλοις ἐπιβου- λεύοντας Ηippocr.ep. 17. 29 (302 H) Diog.ep. 28 (H 242) 3.4 δει- νοὶ πρὸς τοὺς ἀνόπλους κq. cf. Dio Chryvs VI 38 (de rege) φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὐτὸν τοῖς ὡπλισ- μένοις ὃ μισοῦντες ..τυραννίδα sq. cf. Bippocr. ep 17.27 (l 301) et 28 10. 11 μακαρίζοντες . τοὺς τεθνηκότας sq cf Dio Chrys. V 47 ζῶσι πολὺ ἀηδέστερον τῶν τεθνάναι ἐπιθυμούντων, τὸν δὲ θάνατον δεδοίκασι Senec ep. l 4. 4 vivere nolunt et mori nesciuntʼ || 12 13 προβεβλημένοι . .τοὺς πολέμους sq. cf. Hippocr. ep. 17. 28 Diog. ep. 28 Dio Chrys. VI 34 μηδέποτε ἡσυχίαν ἄγειν δυνάμενοι et 51 πολέμου ὄντος εἰρήνης ἐρῶσι, εἰρήνης δὲ γενο- μένης μηχανᾶσθαι πόλεμον) [*](1.2 〈μὲν〉 νόσους Mδarkl. (Duk. Duebn) 3 πλείστοις] πλη- σίον Keiske 5 αὐτοὶ om. φα(δ) 6. 7 τῶν αἰσχρῶν δὲ MNα(δ) 10 ἀνάκλητοι] δυσανάκλητοι H et ita Heina. (Duk.) δυσπαρά- κλητοι Dau ἀνανάκλητοι Reiske || 12 δὲ 〈τὸ〉 ἀποθανεῖν Markl 12.13 προβεβλημένοι] ἀποβεβλημένοι α(δ Duk.) corr Markl.)

417
ἐπτηχότες·

παίδων μὲν ἐπιθυμοῦντες, γενομένων δὲ ὀλιγωροῦντες·

εὐχόμενοι μὲν τοῖς θεοῖς, ὡς δυναμένοις ἐπαρκεῖν, καταφρονοῦντες δὲ ὡς οὐ δυναμένων τιμωρεῖν· καὶ δεδιότες μὲν ὡς κολάζοντας, ἐπιορκοῦντες δὲ ὡς οὐδὲν ὄντας.