Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οἱ δὲ ἐπεὶ γενέσεως ἐπελάβοντο, οὐ χαλεπῶς διέζων· καὶ γὰρ τροφὴν αὐτοῖς ἀποχρῶσαν γῆ παρείχετο, λειμῶνας δασεῖς, καὶ ὄρη κομῶντα, καὶ καρπῶν χορηγίαν, ὅσα γῆ φέρειν φιλεῖ μηδὲν ὑπὸ γεωργῶν ἐνοχλουμένη·

παρείχοντο δὲ καὶ αἱ νύμφαι κρήνας καθαρὰς καὶ ποταμοὺς διειδεῖς, καὶ ἄλλων ναμάτων εὐπόρους τὲ καὶ δαψιλεῖς πηγάς·

πρὸς δὲ καὶ θάλπος μὲν ἐξ ἡλίου τοῖς σώμασιν περιχεόμενον συμιμέτρως αὐτὰ παρεμυθεῖτο, αὖραι δὲ ἐκ ποταμῶν ὥρᾳ θέρους ἐπιπνέουσαι ἀνέψυχον αὐτοῖς τὰ σώματα· περιμάχητον δʼ ἥν τούτων οὐδὲν ἐν ἀφθόνῳ τῇ τῶν αὐτὸΔοκοῦσιν [*](1. 2 γῆς θρέμματα or. 41.2 f 6 σύμμετρον s vi. or. 2. 3 c τοῦτο τῶν sq. ἥμερον vi. or. 29. 7 i 7 βαδίζειν sq vi. or 10. 9 a 8 ὁ Προμηθεὺς . . ποιεῖ ἀνθρώπους vel ἡ Διὸς προμηθεία ad quam adludit or. 2. 9 d || 10 τροφὴν . . ἀπο- χρῶσαν sq. scil. cynico vi or. 32. 9 b || 12 μηδὲν ὑπὸ γεωργῶν ἐνοχλουμένη scil. αὐτομάτως vi. or. 21. 5 c cf. Themist. π. ἀρε- τῆς 21 (442) Guid met. l 101 ‘ipsa rastro intacta nec ullis saucia vomeribus per se dabat omnia tellusʼ sq. Dio Ghryys. 28 ἢ πῶς) [*](13 παρείχοντο - 18 σώματα p) [*](1 οὐρανοῦ α(δ Δ) 2 ποτὲ] τότε Steph. (Duk.) 3 δὴ] δὲ MV (Dau.) 4 ἀπλοῦν ἄπτιλον Feiske δίπουν (coll. Platonis defnit. 415 a) Meiser || 5 αὐτῷ Markl. 9 ἐπελάβοντο] ἐλάβοντο MNα(δ ) 11 λειμῶνες Meiser 〈καὶ〉 λειμῶνας Markl. (Duebn.) improb. Schenkl 13 δὲ καὶ om. p || 18 ἐκπνέουσαι Markl σώματα ] καύματα Reiske)

414
μάτων χορηγίᾳ διαιτωμένοις.

δέ μοι καὶ οἱ ποιηταὶ ἐγγύτατα εἶναι τῷ ἡμετέρῳ τούτῳ μύθῳ, ὑπὸ Κρόνῳ θεῶν βασιλεῖ τοιοῦτόν τινα αἰνιττόμενοι βίον, ἀπόλεμον, ἀσίδηρον, ἀφύλακτον, εἰρηνικόν, ἀπεριμάχητον, ὑγιεινόν, ἀνενδεᾶ· καὶ τὸ χρυσοῦν γένος τοῦτο, ὡς ἔοικεν, ὁ Ἡσίοδος καλεῖ, νεανιευόμενὸς πρὸς ἡμιᾶς.

[*](Ed. Duebn. p. 141)Ἐμοί δὲ ὁ μῦθος ἀπελθὼν ἐκποδών, καὶ γενόμενος ἐκ μύθου αὐτὸ τοῦτο λόγος, προῖὼν παραβαλλέτω βίον βίῳ, τῷ προτέρῳ τὸν δεύτερον, εἴτε σιδηροῦν τις αὐτόν, εἴτε καὶ ἄλλῃ πη ὀνομάζων χαίρει, ἡνίκα ἤδη κληρουχήσαντες οἱ ἄνθρωποι τὴν γῆν, ἐπετέμοντο αὐτῆς ἄλλος ἄλλην μοῖραν, περιβάλλοντες αὐτοῖς ἕρκη καὶ τειχία, καὶ τὰ σώματα σπαργάνοις μαλθακοῖς [*](124 a) καθειλίξαντες, καὶ τὼ πόδε σκύτεσιν χαρακώσαντες, καὶ χρυσὸν οἷ μὲν τοῖς αὐχέσιν, οἱ δὲ ταῖς κεφαλαῖς, οἱ δὲ τοῖς δακτύλοις περιαρτήσαντες, εὔφημόν τινα καὶ εὐπρόσωπον δεσμόν, καὶ στέγας οἰκοδομησάμενοι, καὶ κλεῖδας καὶ αὐλίους καὶ προπύλαια ἄττα ἐπιστήσαντες·

καὶ παρέχοντες τῇ γῇ πράγματα. [*](ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι μήτε πυρὸς ὄντος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου;) [*](2.3 ὑπὸ Κρόνῳ . βίον vi. or. 21 5 c: 23. 5 b cf. Dio Ghrys. VI 206 Lucian. fug. 17 Diog ep. 32 (B 247) καλὰ γὰρ τὰ παρὰ Διονυσίῳ μέχρι λόγου, ἐλευθερία ὁὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ ψιλὴ κυνὸς μάζα βεβαιότερος || 11 τὴν γῆν ἐπετέμοντο sq. vi. or. 29. 7 g 13.14 σπαργάνοις μαλθακοῖς sq. cf. Dio Ghryvs. VI 15 ἔφη (ὁ Διο- γένης) τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων vi. etiam or. 41. 3 k ἀμπεχόνης δεόμενον sq. || 17 εὐπρόσωπον δεσμὸν ut εὐπρόσωπον κακὸν (de voluptate) or.29 2 b vers. Cnem || 19 παρέχοντες τῇ γῇ πράγματα) [*](6 in mge Ἡσίοδος (man. recentis.) R!) [*](2 εἶναι] ἰέναι Reiske ||11.12 ἐπετέμοντο] ἀπετέμοντο Keiske (Duk.) ἐπενέμοντο Markl. (Duebn) || 14 κατειλίξαντες MNα(δ) 18 κλεῖ-δας l κλεισιάδας Markl. αὐλείους ς(δ Δ))

415
μεταλλεύοντες αὐτὴν καὶ σκάπτοντες καὶ ὀρύττοντες· καὶ μηδὲ τὴν θάλατταν κατὰ χώραν ἐῶντες, ἀλλὰ ἐπιτειχίσαντες καὶ ταύτῃ σκάφη πολεμιστήρια καὶ πορευτικὰ καὶ ἐμπορευτικά·

μηδὲ τοῦ ἀέρος ἀπεχόμενοι, ἀλλὰ καὶ τοῦτον ληῖζόμενοι, τὰς ὀρνίθων ἀγέλας ἰξῷ καὶ ἕρκεσιν καὶ παντοδαπαῖς μηχαναῖς σαγηνεύοντες·