Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

μεθʼ ἢν οὐκέτι ὄ〈ναρ μετέχει〉 φιλίας Ἀττικήν, ἀλλὰ πάντα ὕπουλα, καὶ σαθρά, καὶ ἄπιστα, καὶ διαβεβρωμένα, μεστὰ φθόνου, καὶ ὀργῆς, καὶ ἀπειροκαλίας, καὶ φιλοχρηματίας, καὶ φιλοδοξίας.

Κἂν τὴν λοιπὴν Ἑλάδα ἐπίῃς, ἀφθονίαν ὄψει σκυθρωπῶν διηγημάτων, ἄνδρα ἀνδρὶ συμπεπτωκότα, καὶ πόλιν πόλει, καὶ γένος γένει·

οὐ τὸ Δωρικὸν τῷ Ιωνικῷ μόνον, οὐδὲ τὸ Βοιώτιον τῷ Ἀττικῷ, ἀλλὰ καὶ ωνας ωσιν, καὶ Δωριέας Δωριεῦσιν, καὶ Βοιωτοὺς Βοιωτοῖς συμπίπτοντας, καὶ Ἀθηναίους Ἀθηναίοις, καὶ Θἀηβαίους ἄηβαίοις, καὶ Κορινθίους Κορινθίοις, συγγενεῖς καὶ συνεστίους πολεμίους, πάντας πᾶσιν ἐπιτιθεμένους, τοὺς ὑπὸ τὸν αὐτὸν ἤλιον καὶ τὸν αὐτὸν αἰθέρα καὶ τὸν αὐτὸν νόμον, καὶ τὴν αὐτὴν φωνὴν [*](17 b)ἱέντας, καὶ |τὴν αὐτὴν γῆν νεμομένους, καὶ καρποὺς [*](2 διήγημα λττικὸν scil. Harmodii Aristogitonis cf. Plut. amic. mult 2 vi. etiam or. 18 2 b || 10 φιλοχρηματίας. καὶ φιλοδοξίας cf. quae de his vivendi ratοnibus exposuit Dio Chrys. I|V 83 || 12 σκυθρωπῶν διηγημάτων scil πολέμων vi. or 32. 10 k || 18 συγγενεῖς sq cf. Dio Ghrys. 74. 3 || 19 τοὺς ὑπὸ τὸν αὐτὸν ῆλιον sq. cf. Dio Chrys. 74. 26) [*](4 τῆς Ἀθηνᾶς, ἄξιον om. M || 5 ἀγαθῶν (ἀγα in ras ) R! 6. 7 ἢ καὶ κοινὸν Nα(δ) || 7 οὐκέτι ἄ〈ναρ μετέχει〉 φιλίας (ut p. 193. 5) Hob. οὐκέτι οφειλιας R οὐκέτι ὄφελος φιλίας cett. (δΔ) οὐκέτι φιλία Dav || 8 ττικήν R Ἀττικῆς cett. (δ Δ⁰) Ἀτ- τικὴ ἦν Da ττικῆς ἦν Duebn. |ἀλλὰ in ras. R! || 9 μεστὰ H μετὰ cett. (θ) corr. Makl || 14 ἐπίῃς RBHV a ἐπείπῃς cett. (δ) 21 ἰέντας HMΝ |καὶ] πρὸς Reiske)

408
τοὺς αὐτοὺς σιτουμένους, καὶ μιυστήρια τὰ αὐτὰ τελοτμένους·

οὕς περιβάλλει τεῖχος ἕν καὶ πόλις μία, πολεμοῦντας σπενδομένους, ὀμνύντας ἐπιορκοῦντας, συντιθεμιένους μετατιθεμένους, καὶ προφάσεις μικρὰς μεγίστων κακῶν.

Oἶς γὰρ ἂν τὸ φιλεῖν τῆς γνώμης ἐκπέσῃ, πάντα ἤδη ἀξιόχρεα κινεῖν ὀργὴν καὶ ταράττειν καθάπερ κοίλην ναῦν ἀφαιρεθεῖσαν τοῦ ἕρματος βραχεῖαι ρροπαὶ σαλεύουσίν τε καὶ περιτρέπουσιν.