Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς οὖν γένοιντʼ ἂν ὅμοιοι ἄνθρωποι

Διί; ἔΜ μούμενοι αὐτοῦ τὸ σωστικὸν καὶ φιλητικὸν καὶ πατρικὸν δὴ τοῦτο. Αὕτη θνητὴ πρὸς θείαν ἀρετὴν ὁμοιότης, ἢ παρὰ μὲν θεοῖς καλεῖται θέμις, καὶ δίκη, καὶ ἄλλʼ ἄττα μυστικὰ καὶ θεοπρεπῆ ὀνόματα· παρὰ δὲ ἀνθρώποις φιλία, καὶ χάρις, καὶ ἀλλʼ ἄττα προσηνῆ καὶ ἀνθρωπικὰ ὀνόματα.

Ἐνδεέστερον δὲ δὴ τὸ ἀνθρώπειον τῆς θείας ἀρετῆς, τά τε ἄλλα, καὶ κατὰ φιλίας ἔκτασιν· οὐ γὰρ ἐξικνεῖται ἡ θνητὴ φύσις ἐπὶ τὸ ὅμοιον πᾶν, ἀλλʼ ὥσπερ αἰ τῶν βοσκημάτων ἀγέλαι, οἰκειοῦται τῷ ξυννόμῳ μόνον· ἀγαπητὸν δὲ εἰ καὶ τούτφ παντί.