Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Eί δίψα μὲν σώματι παρασκευάζει ἡδονὴν ποτοῦ, καὶ λιμὸς σώματι παρασκευάζει ἡδονὴν βρωτοῦ, καὶ [*](14b)νὐξ ἀφθαλ μοῖς παρασκευάζει ἡδονήν, ἥλιον ποθεῖ [*](Ed. Duebn. P.16) ἄνθρωπος καὶ νύκτα μεθʼ ἥλιον, καὶ λιμὸν μετὰ κόρον, καὶ δίψαν μετὰ μέθην· κἂν ἀφέλῃς αὐτοῦ τὴν μεταβολήν, λύπην τὴν ἡδονὴν ποιεῖς.

Οὕτω λέγεται καὶ Ἀρτοξέρξης, ὁ Περσῶν βασιλεύς, τέως μὲν ὑπʼ εἰρήνης μακρᾶς καὶ ἡδονῆς διηνεκοῦς μὴ συνιέναι τῆς εὐτυχίας·