Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

αἱ δὲ ἀρετῆς πηγαί, ὅτῳ ἂν ἐν ψυχῇ διαφανῶσιν, πάντα τούτῳ ποιοῦσιν τὸν βίον ἔγκαρπον καὶ ἀρόσιμον καὶ τελεσφόρον. Ἀλλὰ ἱδρῶτος δεῖ τῷ γεωργῷ, καὶ πόνου δεῖ, καὶ ταλαιπωρίας δεῖ.

Οὐδὲ γὰρ ὁ Αἰγύπτιος τῷ ἔείλῳ θαρρεῖ μόνῳ, οὐδὲ παραδίδωσιν αὐτῷ τὰ σπέρματα, πρὶν ἢ τἀρότρῳ ζεύξῃ βοῦν, πρὶν τέμῃ αὔλακα, πρὶν πονήσῃ μακρά· καὶ μετὰ τοῦτο ἤδη καλεῖ τὸν ποταμὸν ἐπὶ τὰ αὐτοῦ ἔργα.

Aὕτη μῖξις ποταμοῦ πρὸς γεωργίαν, καὶ ἐλπίδων πρὸς [*](14a)πόνους, καὶ καρπῶν πρὸς | ταλαιπωρίαν· οὕτως ἀγαθοῖς κακὰ κεραννυτέον.

Kἰ βούλει, ἄφελε μὲν τὴν δυσφημίαν, ἴσθι δὲ αὐτῷ τὴν οὐσίαν οὐκ αὐθαίρετον οὗσαν τοῖς πονοῦσιν. Κἄν ἐπὶ τοὺς λιμένας ἔλθῃς, κυβερνήτην λήψῃ, οὐ τὸν ἄπειρον χειμῶνος, οὐδὲ ὅστις ἀθέατος κλύδωνος, ἀλλʼ ἐκ πολλῶν σφαλμάτων ἀθροίσαντα τὴν τέχνην, ἐκ πείρας κακῶν.