Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί λέγω Διόνυσον καὶ ρακλέα; μῦθοι ταῦτα, ἡρωϊκὰ ταῦτα. Τὸν Σωκράτην λέγω.

Ἐρᾷς, ὦ Σώκρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον ψαίδρου, καὶ μετʼ ἐκεῖνον Χαρμίδου; ἐρᾶς, ὦ Σώκρατες, καί σε οὐ λανθάνει κάλλος Ἀττικόν·

ἀλλʼ ὁμολόγησον αὐτοῦ τὴν αἰτίαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν· ἔξεστιν καὶ μεθʼ ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης ἀκολάστως ἐρᾶν.