Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Σύ μοι δοκεῖς οὐδὲ τοῦ ἡλίου ἀγαπᾶν τὸ φῶς, ὅτι ἐστὶν κοινὸν ὀφθαλμῶν πάντων· ἀλλὰ ἔδει γὰρ τὸν ἄνθρωπον μόνον ὁρᾶν, καὶ διὰ τοῦτο οὐκ ἀγαθὸν ἀνθρώπῳ τὸ φῶς· οὐδέ γε ὁ ἀήρ, εἰσπνεόμενός τε καὶ οἰκονομῶν τὰ σώματα ταῖς αὐτοῦ ὁδοῖς· οὐ ποταμῶν νάματα, οὐ γῆς καρποί· μέρη γὰρ τῶν ἀναγκαίων, ἐὰν προέλθῃς, πάντα κοινά, ἴδιον δέ, οὐδενός. Ἐνταῦθά μοι τάττε καὶ τὴν ἡδονήν, ἐν κοινότητι ἀγαθοῦ σώζοντος πᾶσαν αἰσθητικὴν φύσιν.

Ἐπεὶ δὲ ἀρετῆς πρὸς ἡδονὴν ἡ ἐξέτασις γίγνεται, οὐ λοιδορήσομαι μὲν τῇ ἀρετῇ (οὐ γὰρ πικρός, οὐδὲ βλάσφημος ὁ καθʼ ἡδονὴν λόγος), τοσοῦτον δὲ λέγω, ὡς εἰ τῆς ἀρετῆς ἀφαιρήσει τὶς τὸ ἡδύ, καὶ τὸ δυνατὸν αὐτῆς προσαφῄρηκεν· οὐδὲν γὰρ τῶν καλῶν αἱρετόν, [*](3.4 ἡλίου . . τὸ φῶς. . κοινὸν ὀφρθαλμῶν πάντων sq. cf. Senec. ep. 73. 6 ‘soli lunaeque plurimum debeo et non uni mihi ori- untur . . et stulta avaritia mortalium possessionen proprieta- temque discernit nec quicquam suum credit esse quod publicum estʼ || 16 οὐδὲν. .τῶν καλῶν αἱρετὸν sq. vi. or. 33.3 c etiam or. 7a sq. cf. Diog. Laert. X 138 διὰ δὲ τὴν ἡδονὴν καὶ τὰς ἀρετὰς δεῖν αἱρεῖσθαι, οὐ διʼ αὐτάς Usener Epic. 313) [*](9 πάντα — 11 φύσιν x || 15 εἰ τῆς ἀρετῆς p. 372.1 ἡδονῆς p) [*](1 ἡδονῆς del. Markl. | 〈ἢ〉 τὸ παντὸς Reiske || 2 δια- σωστικόν (τικ in ras. ex τκ) R! | ἢ] ὅτι Meiser del Reiske 3 οὐδὲ] μηδὲ ϛ (δ) || 6 ἀνθρώπῳ del Markl ||7 τὰ] πάντα Markl. | αὑτοῦ α(δ Δ⁰) || 8 μέρη (in mage περὶ quod cum ad προέλθῃς adscriptum esset ut inde περιέλθῃς fieret, errore postea ad μέρη delatum est) R περὶ BB (in mge μέρη) MΝQV φ πέρα α(δ Δ) μέχρι Markl. μὴ πέρα Meiser || 9 ἐὰν 〈μὴ〉 προέλ- θῃς Reiske (Duebn.) ἐὰν περιέλθῃς Dav | 〈τὰ ἀναγκαῖα〉 πάντα x || 10 οὐδενός RN φ οὐδὲν οὐδενός cert. (δ Δ) | τάτται x 11 αἰθητικὴν R! (pr.man.) || 14 καθʼ ἡδονὴν] ὑπὲρ ιδονῆς Reiske 15 ἀφαιρήσει (corr. ex αφησει) R! || 15 16 τὸ εὐδυνατὸν B)

372
ἀπογενομένης ἡδονῆς· καὶ γὰρ ὁ κατʼ ἀρετὴν πονῶν ἑκὼν φιλίᾳ ἡδονῆς πονεῖ, παρούσης ἢ προσδοκωμένης.

Ὥσπερ γὰρ ἐν τοῖς χρηματισμοῖς οὐθεὶς ἑκὼν ἀντικαταλλάττεται δραχμὴν ταλάντου, οὐδὲ χρυσοῦ χαλκόν, ᾧ μὴ [*]((Ζ 234))

  • φρένας ἐξέλετο Ζδεύς,
  • ἀλλὰ δεῖ τὰς ἀμοιβάς, κἂν ἰσοστάσιοι ὡσιν, λυσιτελεῖν τῷ ἀλλαττομένῳ κατὰ τὴν χρείαν τοῦ λαβόντος, οὕτως ἀμέλει κἂν ταῖς τῶν πόνων ὁμιλίαις οὐδεὶς πονεῖ πόνου ἐρᾶν (ἦ γὰρ ἂν εἴη ὁ δυσερασίστερος), ἀλλάττεται δὲ τοὺς παρόντας πόνους, |ὡς μὲν εἴποι ἄν τις τῶν [*](7b) γροικοτέρων, τοῦ καλοῦ· ὡς δέ τις τῶν ἀληθεστέρων, [*](Ed. Duebn. p. 8)ἡδο|νῆς· κἂν γὰρ τὸ καλὸν εἴπῃς, ἡδονὴν λέγεις· σχολῇ γὰρ ἂν εἴη τὸ κάλλος κάλλος, εἰ μὴ ἥδιστον εἴη.

    Ἐγὼ δὲ οἶμαι καὶ αὐτὸ τοὐναντίον, διὰ τούτων [*](4.5 χρυσοῦ χαλκόν ut Glaucus ille Homericus or. 35.3a; 39 1a cf. Crat. et. ep.15 8.9 οὕτως ἀμέλει ...οὐδεὶςsq.vi.or. 36.3 d τίς οὕτως ἀνόητος sq. || 11. 12 ὡς . . εἴποι ἄν τις τῶν ἀγροικοτέρων ═ or. 37. 1a ὄναρ sq. ═ 15 ἐγὼ δὲ sq. cf. Diog. Laert. X 129 ἔστιν ὅτε πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν, ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας) [*](10 δυρερασίστερος in mge repetit. (schol vet. a) R) [*](2 ἑκὼν πονῶν || 3 οὐδεὶς Nα(δΔ⁰) || 7 κἂν 〈μὴ〉 ἰσοστάσιοι Reiske λυσιτελεῖν (ν in ras. ex σ?? R! || 10 ἐρᾶν R! (═ ‘zu gefallen ut ὡς ἔπος εἰπεῖν, συνελόντι εἰπεῖν al. an subaudiendum λέγων?) ἐρῶν cert. (δΔ) ἡ in ras R! τί Orelli | εἴη ὁ] εἴη οὖτος Steph. οὗτος εἴη Duk. ὁ del Orelli | δυσερασίστερος (ut κλεπτίστα- τος, λαλίστερος alia) RV (in mage rubr. col.) δυσεραστίτερος N (in mge) δυσεραστότερος Bα(δΔ) δυσεράστερος MΝ (suprascr. οτ) δυσεραστότατος (in mge σημείωσαι) V Steph. (Duk.) δυσα- ρεστότατος Heins δυσερώτερος Markl. δυσεραστότερον Orelli 12 ἀγροικοτέρων] ἀστειοτέρων Reiske || 14 σχολὴ R | κάλλος (alterum) om. MN φα(δ) corr. Heina. κάλλος καλὸν Grelli (Duk.) ἥδιστον εἴη] ἡδονῇ συνείη Reiske)

    373
    ἀποφαίνεσθαι τὴν ἡδονὴν πάντων χρημάτων αἱρετωτέραν, ἧς εἵνεκα ἄν τις καὶ θάνατον ἀλλάξαιτο, καὶ τραύματα, καὶ πόνους, καὶ ἄλλα μυρία δυσχερῆ.

    Κἂν γὰρ ἄλλο ἄλλῳ ἐπιτιθῇς ὄνομα τῆς τούτων ἀξίας, Ἀχιλλεῖ μὲν ἀποθνήσκοντι ἑκόντι, καὶ τιμωροῦντι ἀποθανόντι τῷ Πατρόκλῳ φιλίαν, Ἀγαμέμνονι δὲ ἀγρυπνοῦντι καὶ προβουλευομένῳ καὶ προπολεμοῦντι βασιλείαν, τῷ δὲ Ἕκτορι ἐξηγουμένῳ καὶ προμαχομένῳ καὶ ἀριστεύοντι σωτηρίαν πατρίδος, πάντα ταῦτα ἐρεῖς ἡδονῶν ὀνόματα.

    Ὥπερ γὰρ ἐν ταῖς σωμάτων νόσοις ἀγαπᾷ ὁ κάμνων τεμινόμενος καὶ ἐμπιμπράμενος, καὶ διψῶν, καὶ λιμώττων, καὶ τὰ δυσχερῆ τῇ φύσει προσιέμενος ἑκών, ἀντικαταλλαττόμενος ταῦτα τῆς προσδοκίας τοῦ ὕπνου, εἰ δὲ ἀφέλοις τὴν ἐλπίδα τοῦ μέλλοντος ἀγαθοῦ, ἀφαιρήσεις τὴν αἵρεσιν τῶν παρόντων κακῶν, οὕτω κὰν ταῖς πράξεσιν ἀντίδοσις γίγνεται πρὸς ἡδονὰς πόνων, ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δέ σε, εἰ ἄνευ τῆς πρὸς αὐτὴν φιλίας τὴν ἀρετὴν ψυχὴ εἵλετο; ἐὰν γὰρ τὴν φιλίαν δῷς, ἡδονὴν δίδως.

    [*](10 ὥσπερ sq. cf Marc. Anton. V 8 δεχώμεθα ὡς ἐκεῖνα ἃ ὁ Ἀσκληπιὸς συντάττει· πολλὰ γοῦν καὶ ἐν ἐκείνοις ἐστὶ τραχέα· ἀλλὰ ἀσπαζόμεθα τῇ ἐλπίδι τῆς ὑγιείας || 17.18 τὴν μὲν ἀρετὴν)[*](14 εἰ δὲ 15 κακῶν)[*](1 τὴν ἡδονὴν om. BNQV α(δ) corr. Markl ||2 εἵνεκα (ει in ras. ex η) R! || 4 ἄλλο 〈ἐπʼ〉 ἄλλῳ Nφα (δ) | ἐπιτ . . ης (erasis duabus litteris quarum in locum man. posterior ρεψ inmissum) P ἐπιτρέψῃς Q (in mge) | ἀξίας (i e cupIditatis harum rerum) BVQ ἀ..ιας (duabus litteris evanidis; in mge ἀρετῆς) P αἰτίας φα(δΔ) om. (lac relicta) M || 10 ταῖς] τοῖς Nα | 〈τῶν〉 σωμάτων Bα(δ Δ) || 12 τῇ (ante φύσει) om. α(δ) || 12.13 προιέμενος RN ρ 13 ἀντικαταλλαττόμενος (με in ras.) P || 14 ὕπνου ] ὑγιεινοῦ Μarkl (Duk.) ὑγιοῦν Dav. τερπνοῦ Meiser || 15 〈καὶ〉 τὴν αἵρεσιν BV φα(δ) | κακῶν] δεινῶν p || 16 οὕτως BVQ)