Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δύο δὲ ὄντων τούτων ἐν ἀνθρώπου ψυχῇ, ἡδονῆς καὶ λόγου, λόγῳ μὲν ἡδονὴ κραθεῖσα, μηδὲν [*](7a) ἀφελοῦσα τοῦ ἀναγκαίου, προσέθηκεν αὐτῷ τὸ ἀγωγότερον· λόγος δὲ ἡδοναῖς προσγενόμενος, αὐξήσας αὐτῶν διʼ εὐπορίας τὸ μέτριον, ἀφεῖλεν τοῦ φύσει τερπνοῦ τὸ ἀναγκαῖον.

‘Ἀλλʼ οὐκ ἰδιον ἀνθρώπου ἡδονή, κοινὸν δὲ καὶ τῶν ἄλλων ζῴωνʹ.