Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ τοῦ ζῴου ὑποβέβληται· ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον εὐθὺς οἴχεσθαι δεῖ.

Ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προῖὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει [*](Ed, Duebn p. 7) τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροισεν ἐφʼ ἑαυτῷ·

ἡδονὴν δὲ αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν ἔχει ἐξ ἀρχῆς εὐθύς· καὶ ταύτην μὲν ἀγαπᾷ, πολεμεῖ δὲ τῷ ἀλγεινῷ· καὶ ὑπὸ μὲν τῆς σώζεται, ὑπὸ δὲ τοῦ ἀλγεῖν φθείρεται.

Φαῦλόν τι χρῆμα ἡδονή; οὐκ ἂν ἦν ξύμφυτον, οὐδὲ τῶν σωζόντων ἡμᾶς τὸ πρεσβύτατον.

Τὰ δὲ ὑπὸ [*](ἐπαγωγότατον sq. cf. Sext. Emp. hyp. lII 24 Cicer. fin. l 9 Diog Laert. X 129 Themist. π. ἀρετῆς 26 p. 445 Usener Epic. 273 sq) [*](5 τέχνης πρεσβυτέρα nam ἡδονὴν ἀγαθὸν πρῶτον καὶ σύμ- φυτον ἔγνωμεν Diog. Laert. X 128 || 7 ὥσπερ κρηπίς ut or. 1.5 d; 27. 9 b etiam or 7. g || 9 ἐπιστήμην sq. vi. or. 6. 2 a 13. 14 αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν vi. etiam or. 25. 7 i) [*](1 τὰ μὲν — 7 σωμάτων p || 7 ὥσπερ — 9 δεῖ p || 17 φαῦλόν τι — 18 ἡμᾶς x || 18 τὰ δὲ — p. 370 4 Κορίνθιαι n) [*](1 ἀλλὰ ὑπʼ (suprascr. ἃ) R || 2 ἢ τέχνῃ δοκιμασθέντα R! ||4 ηγὴγαπήθη (prior. ηγ del .) R! ἀνενδεής Markl. || 6 〈ἂν〉 ἀναμένει p | ὑπρχυὴς (suprascr. ε) R! συμφυὴς Markl. || 7 ὥσπερ γὰρ p | κριπίς R! || 10 θρυλλούμενον Ϛ (δ Δ⁰) ||12 2 ξυνενεικάμενος R! BQ (συν-) συνενεγκάμενος cett. (δΔ) || 13 αὐτοδίδακτον Reiske || 15 τῆς] ταύτης Schenkl τῆς ἡδονῆς φα(δ Δ) sed vi p. 394. 6 et 9 || 16 τοῦ ἀλγεινοῦ Markl. || 17 〈 Eἰ〉 φαῦλόν MN φα(δ) 〈 Eἰ μὲν οὖν〉 φαῦλόν Reiske | χρῆμα ἡ ἡδονὴ x )

370
τῶν σοφιστῶν θρυλούμενα ἐς αὐτήν, ἡ Σαρδαναπάλλου τρυφή, καὶ ἡ Μηδικὴ χλιδή, καὶ ἡ Ἰωνικὴ ἀβρότης, καὶ τράπεζαι Χικελικαί, καὶ ὀρχήσεις Χυβαριτικαί, καὶ ἑταῖραι Κορίνθιαι, ταῦτα ἀθρόα, καὶ ὅσα τούτων ποικιλώτερα, οὐχ ἡδονῆς ἔργα, ἀλλὰ τέχνης καὶ λόγου, παρανομησάντων τῶν ἀνθρώπων εἰς ἡδονὰς διʼ εὐπορίαν τῶν τεχνῶν ὀψὲ τοῦ χρόνου.