Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ τοῦ ζῴου ὑποβέβληται· ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον εὐθὺς οἴχεσθαι δεῖ.

Ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προῖὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει [*](Ed, Duebn p. 7) τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροισεν ἐφʼ ἑαυτῷ·