Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δʼ ἄν εἴη φόβου λυπηρότερον; τί δὲ δουλείας ἀνιαρότερον; τί δὲ ἀνάγκης ἐπιπονώτερον; ὅταν δὲ ταῦτα ἀπαλλάξῃς πόλεως, πολλὰς αὐτοῖς ἡδονὰς ἀντεισάγεις.

Κκείνης τῆς ἡδονῆς θρέμμα ἦν ὁ Λεωνίδας, ἐκείνης ὁ Ὀθρυάδας, ἐκείνης ὁ Καλλικρατίδας.

‘Ἀλλʼ ἀπέθνησκον οὗτοιʼ. Ἀπέθνησκον καλῶς· “Υπὲρ ποίων ἡδονῶνʼ; Καὶ γὰρ τῶν σωμάτων ἐκκόπτεται μέρη ὑπὲρ ῥᾳστώνης τοῦ ὅλου.

Μέρος ἦν ὁ Λεωνίδας καὶ τῆς Χπτάρτης, ἀλλὰ ἀπέθνησκεν ὑπὲρ τῆς Σπάρτης· μέρος ὁ Ὀθρυάδας, Καλλικρατίδας μέρος· τοιγαροῦν ἀφαιρουμένων σμικρῶν μερῶν, ἐσώζοντο αἱ οἴκοι ἡδοναί.