Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔρου δή με καὶ περὶ τοῦ ἀνθρώπου· σκεπτέον τὸ τούτου ἀγαθόν, ποῦ καὶ τίνα τρόπον.

Ἀποκρινοῦμαί σοι ὡς περὶ τοῦ λέοντος, ὡς περὶ τοῦ ὄρνιθος, ὡς [*](Ed. Duebn. p.6)περὶ τῶν || ἄλλων ἁπάντων ἀπεκρινάμην· ἐνταῦθα ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἀνθρώπου ἔργον. Ποῦ δὲ εὕρω τὸ ἔργον; ὅπου τὸ ὄργανον. Ποῦ δὲ εὕρω τὸ ὄργανον; ὅπου τὸ διωκόμενον. Ἐντεῦθεν ἄρξαι.

Τί ἀνθρώπου διασωστικόν; ἡδονή· Πρᾶγμά μοι κοινὸν λέγεις, ἐπὶ πάσας φύσεις ἐξικνούμενον, καὶ διὰ τοῦτο αὐτοῦ τὴν προτιμίαν οὐκ ἀνέχομαι· ἥδεται καὶ βοῦς, ἥδεται καὶ ὄνος, καὶ σῦς, καὶ πίθηκος. Ὅρα ποῦ τάττεις τῶν ἀνθρώπων τὸ γένος, τίνας αὐτῷ κοινωνοὺς τῶν ἀγαθῶν δίδως.

Εἰ δὲ ἡδονὴ τὸ σῶζον, ζήτει μετὰ τοῦτο, τί ἡδονῆς ὄργανον· ἐντεύξῃ δὲ πολλοῖς καὶ παντοδαποῖς· καὶ μέχρι μὲν ὀφθαλμῶν καὶ ὤτων τίμα τὰ ὄργανα· ἐὰν δὲ προέλθῃς περαιτέρω, ἐπὶ τὰς ἡδονῆς | ὁδούς, ὅρα τίσιν ὀργάνοις [*](6a) ἀνατίθης τὴν σωτηρίαν.