Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οἷον τὸ θέαμα οἱ Αἰγύπτιοι, καὶ τὸν ἐπιἘθαύμαζον βάτην ἐμακάριζον, καί που τὶς εὔξατο ναύτης γενέσθαι ἡδίστης νεώς.

Ἐπεὶ δὲ ὥρα ἀνάγεσθαι ἦν, ἐξέπλει μὲν ἡ μεγάλη αὕτη ναῦς καὶ πολυτελής, καὶ ἀπεσάλευεν τῶν λιμένων, καθάπερ νῆσος πλωτή. Ἐξέπλεον δὲ καὶ αἱ ἄλλαι ὁλκάδες αἱ δημοτικαί, εὔζωνοι καὶ πρὸς τὴν χρείαν παρεσκευασμέναι.

Μέχρι μὲν ἦν τὸ πνεῦμα πρᾶον, ἐκράτει ταῖς ἡδοναῖς ἡ βασιλικὴ ναῦς, καὶ κνίσης ἦν πάντα μεστά, (Κ 13) αὐλῶν, συρίγγων τὲ ἐνοπῆς, ὁμάδου τὲ ἀνθρώπων.

Ἐπεὶ δὲ ἐξ αἰθρίας ἄφνω χειμὼν ἐπετάραξεν τὸν αἰθέρα, καὶ πνεῦμα κάτεισι λάβρον σὺν πολλῷ πατάγῳ, ἔγνωσαν τότε, τίς μὲν ἡδονῆς χρεία, τίς δὲ τέχνης.