Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εἰ δέ που τίς ἐστιν ἀγαθὸς καὶ εὔστοχος κυβερνήτης, εὐθύ τῶν λιμένων χωρεῖ τῶν ἀσφαλεστάτων, [*]((ι 136/7))

  • ἐνθʼ οὐ χρεὼ πείσματός ἐστιν,
  • οὔτʼ εὐνὰς βαλέειν, οὔτε πρυμνήσιʼ ἀνάψαι.
  • Τίς οὖν ἐστιν ὁ κυβερνήτης οὗτος; καὶ τίνι φέροντες || ἑαυτοὺς ἐπιτρέψομεν; Μήπω με τοῦτο, ὦ τάν, ἔρῃ, [*](Ed. Duebn. p.2 g) πρὶν ἂν τοὺς ἄλλους ἴδῃς καὶ ἐξετάσῃς· καὶ πρῶτόν γε αὐτῶν τὸν ἁβρὸν τοῦτον καὶ ἥδιστον κυβερνήτην ἡδίστης νεὼς τῆσδʼ ἐκ γῆς ἰδεῖν, ἐν δὲ τῷ πλῷ ἀχρειοτάτης καὶ πονηρᾶς ἀεὶ καὶ δυσέργου ταῖς ὑπηρεσίαις, καὶ ἐκτετμημένης τὰ ὄργανα, καὶ πρὸς τὰς τοῦ χειμῶνος ἐμβολὰς ἀσθενεστάτης καὶ ἐνδοσίμου.

    Ἐπεὶ δὲ ὁ λόγος οὐκ οἶδ᾿ ὅπως εἰκόνος θαλαττίας ἐπελάβετο, μὴ ἀφῶμεν αὐτὸν ἀπελθεῖν ἡμῖν, πρὶν ἐξεργάσηται σαφῶς τὴν γραφήν, εἰκάζων τὴν Ἐπικούρου φιλοσοφίαν βασιλικῇ ὁλκάδι Ἀσιήτου βασιλέως.

    Λέγω [*](1 ἐπὶ τὰς Σειρῆνας . . ἐπὶ τοὺς Λωτοφάγους καὶ ἄλλους ἄνδρας vi. or. 39. 3 m cf. lulan. VI 184d simillimam ratiocinandi viam ingreditur Themist. π. ἀρετῆς 22 || 9 μήπω sq. ut or. 25. 4a; 40. 3g || 11 ἁβρὸν sq. scil. Epicurum cf. Themist. π. ἀρετῆς 22 || 17 μὴ ἀφῶμεν sq. vi. simil. or. 15. 2e sp. etiam or. 11. 6a; 14. 5a; 18. 9b; 22. 5a al.) [*](1 συρῆνας Nφ || 2. 3 ἀμαθείαν QV || 6 ἐνθʼ] ἵνʼ Homerus χρεὼν N (-ῶν) α(δ) || 8 φροντες (suprascr. έ) R! || 9 ἐπιτρέψοεν (suprascr. μ) R! ἐπιτρέψωμεν Mα(δ) || 11 αὐτῷ R || 12 ἡδίστης νεὼς τῆσδʼ ἐκ γῆς Hob. ἡδίστης σώσισδʼ ἐκ γῆς R ἡδίστης τῆς νεὼς οὔσης (ἐστὶν N) ἐκ γῆς cett. (δΔ) ἡδίστης νεὼς ὅσον δʼ ἐν γῆς Dav.2 ἡδίστης μὲν νεὼς ὅσον ἐκ γῆς Reiske (Duk.) || 15 ἐν- τολὰς B || 17 αὐτὸν] τοῦτον BMNφα(δ) || 17. 18 ἐξετάσηται V || 19 Ἀσιήτου (‘ioniceʼ ut Λεωνίδην or. 3. 8e al. de quibus ‘ionis- misʼ apud Maximum cf. Dür p. 9) Hob. Ἀιηίου codd. (δΔ) Αἰγυπ- )

    354
    [*](CH)δὲ οὐ μῦθον πλάττων, ἀλλὰ οὐ πολὺς χρόνος, ὅτε ἐξ Αἰγύπτου ἐς Τροίαν ἔπλει βασιλεὺς τῶν ὑπὲρ Φοινίκης βαρβάρων, ἐκείνων τῶν | ἀνδρῶν, [*]((λ 122)) οἳ οὐκ ἴσασιν θάλατταν, [*](3b (═2bl)) οὐδὲ (cf. ι 275) ἀλέγουσιν τοῦ Αἰγιόχου Διὸς (ι 276) οὐδὲ θεῶν μακάρων.