Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀδικεῖ ὁ Ἀθηναίων δῆμος, οὓς μὲν Σωκράτης νομίζει θεούς, οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια ἐπεισφέρων· Σωκράτης μὲν γὰρ [*](Ed. Duebn. p. 35)νομίζει Ὀλύμπιον τὸν Δία, Ἀθη||ναῖοι δὲ Περικλέα· καὶ Σωκράτης μὲν πιστεύει τῷ Ἀπόλλωνι, Ἀθηναῖοι δὲ αὐτῷ ἀντιψηφίζονται.

Ἀδικεῖ δὲ ὁ δῆμος καὶ τοὺς νέους διαφθείρων· οὗτος καὶ Ἀλκιβιάδην διέφθειρεν, καὶ Ἱππόνικον, καὶ Κριτίαν, καὶ ἄλλους μυρίους.

Ὤ|γραφῆς ἀληθοῦς, καὶ δικαίου δικαστηρίου, καὶ καταδίκης [*](31b) πικρᾶς. Ὑπὲρ μὲν Διὸς ἀσεβουμένου λοιμὸς ἦλθε καὶ ἐκ Πελοποννήσου πόλεμος· ὑπὲρ δὲ νέων διαφθειρομένων Δεκέλεια, καὶ ἡ ἐν Σικελίᾳ τύχη, καὶ ἐν Ἑλλησπόντῳ συμφοραί. Οὕτω δικάζει θεός, οὕτω καταψηφίζεται.