Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαίμονας παρανομία.

Καὶ γὰρ ἤτοι συνηπίσταντο ταῦτα τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν.

Καὶ εἰ μὲν ἠπίσταντο, τί ἔδει λόγων πρὸς τοὺς εἰδότας; εἰ δὲ ἠγνόουν, οὐκ ἀπολογίας αὐτοῖς, ἀλλʼ ἐπιστήμης ἔδει.

Τὰς μὲν γὰρ ἄλλας ἀπολογίας μάρτυρες ἀποφαίνουσιν, καὶ πίστις, καὶ ἔλεγχοι, καὶ τεκμήρια, καὶ βάσανοι, καὶ ἄλλα τοιαῦτα, ἵνα τὸ ἀφανὲς τέως ἐπὶ δικαστηρίου φωραθῇ· ἀρετῆς δὲ καὶ καλοκαγαθίας ὁ [*](1 παίδων sq. vi. infra vers 8 || 4 νόμων ἑτέρων de quibus multus est in orat 6. 5d sq. || 5. 6 ἐστεφανοῦτο καὶ εὐδοκίμει vi. or. 1. 6c || 7 γέρων cf. Plat. apol. 17c || 8 παισὶν sq. vi. or. 12. 10b cf. Themist π. ἀρετῆς (mus. Rhen. 27. 453) aliter Plat. apol. 17c (ὥσπερ μειρακίῳ) Epict. diss lII 23. 25 vi. etiam or. 36. 5c ὥσπερ sq. et supra p. 35 20 cf. Epict. diss. lII 24. 53 || 13 διαφ- θορὰ νέων sq. spectant ad Xenoph apol. 25 Plat. ap. 12 (24d) cf Epict diss lI 5. 18) [*](2 ῥητορεῖαι Dav.2 Markl. del. Heinse || 4 δεῖ R δεῖται cett. (δ∠) || 8 ἢ εἴ τις ποτε B | πώποτε — 9 διψῆν om. M || 17 λόγου α(δ) || 20 πίστεις B et ita Dav.2 (∠) | ἔλεγχος α(δ) corr. Markl. || 22 καλοκαγαθίας R! vide Crönert l. a. p. 297)

37
ἔλεγχος εἷς, ἡ πρὸς ταῦτα αἰδώς, ἧς ἐξεληλαμένης τότε Ἀθήνηθεν, τί ἔδει τῷ Σωκράτει λόγου; Νὴ Δία, ἵνα μὴ ἀποθάνῃ.

Ἀλλʼ εἰ τοῦτο ἐξ ἅπαντος ἠυλαβεῖτο ἓν τῷ ἀγαθῷ ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρτάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγχάνοντα [*](30b)πάσαις | ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ ἐπιτηδεύμασιν καὶ ἐπιθυ || μίαις, σωφρονιστὴν κοινὸν [*](Ed. Duebn. p. 34) πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπικόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα λέγοντα.