Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ μετὰ τοῦτο τελευτῶν τὴν Ξανθίππην ἀναβιβασάμενος

κωκύουσαν, καὶ τὰ παιδία κλαυμυριζόμενα, διὰ τούτων ἁπάντων μετεχειρίσατο τοὺς δικαστάς, καὶ ἀπεψηφίσαντο αὐτοῦ, καὶ ᾤκτειραν, καὶ ἀφῆκαν;

Καλοῦ τοῦ νικηφόρου· ἦ που εἰς Λύκειον ὤσατο ἂν ἐκεῖθεν, καὶ εἰς Ἀκαδημίαν αὖθις, καὶ τὰς ἄλλας διατριβὰς φαιδρός, ὥσπερ οἱ ἐκ χειμερίου θαλάττης σεσωσμένοι.

Καὶ πῶς ἂν ἠνέσχετο φιλοσοφία σπάνιον τὸ πρὸς ἑαυτὴν τοῦτον τὸν ἄνδρα; οὐ μᾶλλον ἢ παιδοτρίβης [*](Ed. Duebn. p. 33)ἐκ σταδίου ἀγωνιστὴν μύρῳ κεχρισμένον, || ἀνιδρωτὶ καὶ ἀκονιτὶ στεφανωθέντα, ἄπληκτον, καὶ ἄτρωτον, [*](c)καὶ μηδὲν ἴχνος ἀρετῆς ἔχοντα.