Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἦλθεν εἰς Βαβυλῶνα ἀνὴρ Ἴων παρὰ τὸν μέγαν βασιλέα, τέχνην τινὰ ἐπιδεικνύμενος διαφέρουσαν εὐμηχανίᾳ. Ἁμάξας στέατος ποιούμενος μικρὰς στρογγύλας, κατὰ βελόνης ὀρθίου πόρρωθεν ἀφιείς, τῆς βελόνης ἄκρας ἐτύγχανεν, καὶ ᾤετο δήπου μέγα εἶναι αὐτῷ ἀγαθὸν τὴν εὐστοχίαν τῆς βελόνης, οὐχ ἧττον ἢ ὁ Ἀχιλλεὺς τὴν τῆς μελίας τῆς ἐκ τοῦ Πηλίου

Καὶ ἐν Λιβύῃ ἀνὴρ Λίβυς, Ψάφων ὄνομα, ἐραστὴς εὐδαιμονίας οὐ ταπεινῆς, μὰ Δία, οὐδὲ τῆς περιθεούσης ταύτης, ἀλλὰ ἤθελεν γὰρ θεὸς εἶναι δοκεῖν·

ξυλλαβὼν οὖν τῶν ᾠδικῶν ὀρνίθων πολλούς, ἐδίδασκεν ᾄδειν τοὺς ὄρνιθας· ‘Μέγας θεὸς Ψάφων’· καὶ ἠφίει αὖθις [*](11 Ψάφων sq. immo Hanno ὁ Καρχηδόνιος si fides est Aeliano (v. hist. XIV 30) vel Apsephas si scholiastae Dion. Chrys. I 3) [*](10.11 καὶ ἐν — p. 345. 4 κεχειροτονημένος p || 11 ἐν — p. 345. 4 κεχειροτονημένος Apostolius Cent. XVIII 48 (═ Arsen. LV 8) (:Ψά- φωνος ὄρνιθες· ἐπὶ τῶν μεγίστην ἑαυτοῖς δόξαν θηρωμένων)) [*](4 in mge σημείωσαι· περὶ τοῦ ἐξ ἰωνίας μηχανικοῦ καὶ τῶν ἀμαξῶν τῶν κατὰ ὀρθιβελόνας ἀφιεμένων (schol. vet. a) R! || 10. 11 in mge σημείωσαι· περὶ ψάφωνος τοῦ λίβυος καὶ τῆς τῶν ὀρνίθων παῤ αὐτοῦ διδαχῆς (schol. vet. a) R! ||) [*](1 in mge ϲη(μειωψαι) (schol. vet. u) R ! || 6 ἁμάξας (═ ἁμα- ξίδας placentae genus teste schol. ad Aristoph. nub. 864)] ἁμα- ξίδας Combes μάζας Scaliger Leopardus (Emendat. XVIII 28) σφαίρας Hemsterhus ad Polluc. VII 189 | στέατος Dav.2 στέατι Markl. (Duebn.) τὲ ἅτε RMN τινὰς α(δΔ⁰) ceterum simile est artificium in theatris nostris ‘varietati artium’ destinatis non- numquam visum scil. cum ioculator ille (‘jongleur’) pomis vel pomorum similibus quibusdam rebus farina et aqua fictis (vel στέατος) inter spectatores distributis hos iubeat hinc illinc e se- dibus comminus eminus in scenam deicere ubi aculeo quodam in fronte alligato (βελόνης ὀρθίου) ipse ea excipit || 11 Λίβυς (λιβ in ras.) R! | ἐρασθεὶς Apost. || 13 ἀλλὰ 〈μείζονος〉 ἤθελε Pantinus )

345
ἐπὶ τὰ ὄρη. Οἱ δὲ οἱ αὐτοί τε ᾖδον, καὶ οἱ ἄλλοι ὄρνιθες ἐθιζόμενοι τῇ φωνῇ.

Λίβυες δὲ θείαν νομίσαντες εἶναι τὴν φήμην, ἔθυον Ψάφωνι, καὶ ἦν αὐτοῖς θεὸς ὑπὸ ὀρνίθων κεχειροτονημένος· οὐδὲν οἶμαι τοῦ Περσικοῦ φαυλότερος, ὃν οὐ πρότερον προσεκύνησαν Πέρσαι, πρὶν αὐτὸν ἐχειροτόνησεν ἐπὶ τὴν ἀρχὴν ὑβριστὴς ἵππος.

Οὕτως ἄρα οὐδὲν ἕτερον ἑτέρῳ ὁμολογεῖ τῶν ἀνθρωπίνων, ἀλλὰ πάντες ἔρωτος κοινωνοῦντες ἑνὸς τοῦ πρὸς τὸ ἀγαθόν, ἵενται πολλὰς καὶ παντοδαπὰς ὁδούς, ἄλλος ἄλλης πράξεως νενεμημένος καὶ μοῖραν καὶ τύχην. [*](122a)Καὶ κοινὸς μὲν πᾶσιν ὁ τοῦ ἀγαθοῦ πόθος, τυγχάνει δὲ τοῦ ζητουμένου οὐδὲν μᾶλλον ἄλλος ἄλλου·

ἀλλὰ ὥσπερ οἱ ἐν σκότῳ χρυσὸν καὶ ἄργυρον μαστεύοντες, ἄποροι ὄντες τοῦ τὸ θηρώμενον ἐλέγξοντος φθόγγου, βρίθει καὶ ἐπαφῇ ἄπιστον εἰκασίαν λαβόντες, περιπίπτοντες ἀλλήλοις καὶ διαδάκνοντες, οὔτε ἀφιέναι τολμῶσιν, μὴ || ἄρα ἔχωσιν, οὔτε παύσασθαι πονούμενοι, [*](Ed. Duebn. p. 139) μὴ ἄρα οὐκ ἔχωσιν·

ἔνθα δὴ θόρυβος, καὶ στάσεις, καὶ παρακελεύσεις· φωναὶ ζητούντων, στενόντων, διωκόντων, ὀδυρομένων, ἁρπαζόντων, ἀφαιρουμένων· καὶ βοῶσιν μὲν πάντες καὶ παιωνίζουσιν, ὡς δῆτα [*](2 ἐθιζόμενοι τῇ φωνῇ vi. or. 1. 7 b || 7 ὑβριστὴς ἵππος cf. Herod. lII 85 || 9 πάντες sq. cf. lulian. l 3 c || 10 πολλὰς καὶ παν- τοδαπὰς ὁδούς sq. vi. or. 11. 6 a || 14 ὥσπερ οἱ ἐν σκότῳ sq. vi. or. 11. 2 a αὐτὸ ἐκεῖνο sq. || 20 ζητούντων sq. vi. simil. or. 1. 4 e; 26. 1 a; 35. 5 c) [*](1 ὄρη] ἤθη (cum Aeliano) Meiser | οἱ (ante αὐτοὶ) om. Apost. (Δ) δὴ Markl. || 2. 3 νομίζοντες p || 3 φήμην] φωνήν Pan- tinus || 4 χειροτονούμενος Apost. || 10 ἴενται R || 12 κοινὸς] καινὸς Duk. || 15 τοῦ τὸ] τοῦτο R | θηρώμενον (ρω in ras.) R | ἐξελέγξοντος α(δ) || 16 φθόγγου ÷ (θογ in ras.) R ! φέγγους Heins. φθόγγῳ Dav.2 (Duebn.) || 18 (et 19) ἆρα R || 20 〈καὶ〉 φωναὶ nescio unde δ Δ || 22 παιανίζουσιν α(δ))

346
ἐντετυχηκότες τῷ ἀγαθῷ, ἔχει δὲ οὐδείς, ὑπὸ δὲ ἀπιστίας τὰ τοῦ πλησίον ἕκαστος ῥήματα διερευνᾶται.

Τοῦτο τὸ πάθος ταράττει τὴν γῆν καὶ τὴν θάλατταν, τοῦτο ἀθροίζει τὰς ἐκκλησίας, τοῦτο συνάγει τὰ δικαστήρια, τοῦτο πληροῖ τὰ δεσμωτήρια, τοῦτο πήγνυσιν ναῦν, τοῦτο τριήρεις καθέλκει, τοῦτο πολέμους συντάττει, τοῦτο ἀνεβίβασεν ἐπὶ ἵππους ἱππέας, ἐπὶ ἅρματα ἡνιόχους, ἐπὶ ἀκρόπολιν τυράννους.

Διὰ τοῦτο ξεναγοί, διὰ τοῦτο μισθοφόροι, [*]((I 593/4)) ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τὲ γυναῖκας. Καὶ ἄλλων μυρίων κακῶν ἀνέχονται οἱ ἄνθρωποι διʼ οὐδὲν ἄλλο, ἢ διʼ ἐλπίδα ἀγαθοῦ καὶ ἄγνοιαν.

Ἐνέφυσεν γάρ τι ὁ θεὸς ζώπυρον τῷ τῶν ἀνθρώπων γένει τῆς προσδοκίας τοῦ ἀγαθοῦ, ἀπέκρυψεν δὲ αὐτοῦ τὴν εὕρεσιν· [*]((κ 304)) ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

οὐ γὰρ ἐξαπατήσει με Ὅμηρος τῷ ὀνόματι. Ὁρῶ τὸ μῶλυ, καὶ συνίημι τοῦ αἰνίγματος, καὶ σαφῶς οἶδα, ὡς χα|λεπὸν εὑρεῖν τὸ χρῆμα τοῦτο [*](122b) [*]((κ 306)) ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα ἴσασιν.

[*](3 τοῦτο τὸ πάθος sq. vi. simil. or. 35. 7 b et 3 c || 14 καὶ ἄλλων sq. vi. or. 1. 5 f || 15 16 ἐνέφυσεν sq. vi. or. 1. 5 e || 20.21 τὸ μῶλυ scil. virtutem vi. or. 26. 9 h || 22 χαλεπὸν εὑρεῖν ut or. 1. 8 a al.)[*](15. 16 ἐνέφυσεν — 18 εὕρεσιν n | ἐνέφυσεν — 19 ἄνθος p)[*](20 in mge ὅμηρος (schol. recentis.) R!)[*](2 ῥήματα] εὑρήματα Markl. Wilamovitz ῥίμματα Meiser || 6 ναῦς φα(δ Δ) || 7 συντάττει] συνάπτει Markl. (Duebn.) || 14 καὶ 〈τῶν〉 ἄλλων α(δ Δ⁰) || 23 ἴσασιν] δύνανται Homerus)