Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁμήρου δὲ οὐκ ἀκούεις ἐγκωμιάζοντος τοὺς (Hesiod. fr. 101) Αἰακίδας, ὅτι ἦσαν ἄνδρες --- πολέμῳ κεχαρηότες, ἠΰτε δαιτί; Καὶ τί ἂν εἴη πολέμου ἀχαριστότερον; ἀλλὰ καὶ ὣς τὸ ἄχαρι δήπου πρᾶγμα ἔτυχεν καὶ τοῦτο οὐ φαύλων ἐραστῶν.

Οἷος ἦν καὶ ὁ Φίλιππος αὖθις ποτέ, ᾧ κατὰ Μακεδονίαν ἐξὸν μένειν, καὶ ζῆν ἐπὶ τοῖς Ἀμύντου ἀγαθοῖς, καὶ τῇ Περδίκκου εὐδαιμονίᾳ, ἐζήτει ταύτην περϊιὼν ἄλλοθι, ὥσπερ ἐκπεπτωκυῖαν τῆς Μακεδόνων [*](2 Πολυκράτην sq. vi. etiam or. 30. 5 e || 5. 6 Ἀνακρέοντα sq. vi. or. 37. 5f || 6 Σμερδίην vi. or. 20.1 a || 7 ἐξηπατημένοις sq. vi. or. 20. 6 h ἐξαπατᾶται sq. || 8 εὐπροσώπων vi. or. 35. 6 c; 36. 2 a καὶ χρυσὸν sq. | Ὁμήρου immo Hesiodi si fides Polybio V 2 Suid. l 1. 1189 (Bernh.) (cf. Nauck Mel. Grec. Rom. IV 389) sed etiam apud Homerum ἄνδρες πολέμοιο δαήμονες (cert Hom. et Hes. 290) unde fortasse error Maximi || 13 τί . . πολέμου ἀχαριστότερον vi. or. 24. 6 b; 32.10k || 16 ἐξὸν sq. simil. de Achille vi. or. 34. 7 b ἐξῆν sq. or. 15. 9 a de Platone vi. etiam or. 41. 1 d) [*](1 in mge ἐλαία ἡ παλαιά 2 πολυκράτης 5 σφενδόνη | ἀνα- κρέων 6 σμερδίης (schol. recentiss.) R! || 15 in mge σημείωσαι· περὶ φιλίππου τοῦ μακεδόνος N) [*](1 ἐλαίᾳ (αιᾳ in ras.) R! | κἂν] καὶ RM fortasse recte 6 παιδι-κὰ R! | Σμερδί ην R! || 7 δυνάσται] δικασταὶ M || 12 κεχαρηότας Hesiodus || 14 τὸ εὔχαρι M || 15 ποτέ, ᾧ (τε ῳ in ras.) R! | ᾧ] ὃς Dav.2 || 17 Περδίκου R)

342
γῆς.

Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, Τριβαλλοῖς ἐπολέμει, Ἰλλυριοῖς ἐπῄει, ἐπολιόρκει Βυζάντιον, κατέσκαπτεν Ὄλυνθον, Ἀθηναίους ἐξηπάτα, Θετταλοῖς συνετίθετο, Θηβαίοις ἐσπένδετο, Ἐλάτειαν ἐλάμβανεν, Φωκέας ἀνίστη, ἐπιώρκει, ἐψεύδετο, ἐπηροῦτο· οὐδὲν ἦν Φιλίππῳ [*](ΜΓ΄) ἀπώμοτον, οὐ ῥῆμα, οὐκ ἔργον, οὐκ αἰσχύ|νη, οὐκ [*](121a) ἀδοξία. Ἐρώμεθα τὸν Φίλιππον·

‘Τίνος ἀντικαταλλάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς’; Γελοῖον τὸ ἐρώτημα. Ἀλλʼ οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φίλιππος, ἀλλʼ ἐξανασ〈τᾶσα ἔλα〉θεν αὐτὸν ἡ εὐδαιμονία. Καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειν τὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς [*](Ed. Duebn. p. 138) Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων || τείχεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπτίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις.