Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ μὲν γὰρ φησὶν σὺν τῷ ὅλῳ ἰᾶσθαι καὶ τὸ μέρος, καὶ ἀδύνατον εἶναι σωτηρίαν παραγίνεσθαι τῷ μορίῳ, πρὶν καὶ τῷ παντὶ ἔλθῃ· ὀρθῶς λέγων, κἀγὼ πείθομαι, ὅσα γε ἐπὶ σώματος·

ἐν δὲ τῇ ψυχῆς καὶ σώματος συζυγίᾳ ἀντιστρόφως φημὶ ἔχειν· ᾧ γὰρ ἂν τὸ μέρος καλῶς ἔχῃ, ἀνάγκη τὸ πᾶν τούτῳ ἔχειν καλῶς, οὐχ ὁποτερονοῦν τοῖν μεροῖν, θάτερον δέ ἡ γὰρ τοῦ χείρονος πρὸς τὸ κρεῖττον ὁμιλία ἐκ τῆς τοῦ κρείττονος σωτηρίας ἀνάπτει τὸ χεῖρον·