Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ γὰρ τῶν δένδρων τὰ φύλλα· καὶ γὰρ ταῦτά ἐστιν, ὅσα ἐν φυτοῖς τὰ ἀναισθητότατα.

Οὕτω δὴ πρὸς τὸ σῶμα ἡ ψυχὴ ἔχουσα, ἀνακέκραται αὐτοῦ ταῖς λύπαις καὶ ταῖς ἡδοναῖς. Καὶ τὸ ἀλγεῖν ἔστιν αἰτία μὲν σώματος, ψυχῇ δὲ πάθος.

Μία μὲν δὴ αὕτη χορηγία ὀδύνης τῷ ἀνθρώπῳ. Δευτέρα δὲ ἥδε, ἔμπαλιν αὖθις αὖ πρὸς τὴν προτέραν ἔχουσα·

ἀπὸ γὰρ τῆς ψυχῆς αὕτη ἔρχεται, καὶ τελευτᾶ ἐπὶ τὸ σῶμα. Ψυχῆς γοῦν καμούσης λύπῃ, συγκάμνει τοι σῶμα τὶ καὶ ὑποτήκεται τοῦτο μὲν ἐκ τῶν ὀφθαλμῶν ἀπολεῖβον δάκρυα, τοῦτο δὲ πᾶν ὠχραινόμενον καὶ ἰσχναινόμενον· ὁποῖα αἱ ἐξ [*](5 ἐξαιρετέον λόγου ut Plat. symp. 176 Σωκράτη δʼ ἐξαιρῶ λόγου || 7 ἀναισθητότατα sq. cf. Plut. de gen. Socr. 589a ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα sq. || 8 ἀνακέκραται sq. vi. or. 10. 3e et 9b cf. Plat. Tim. 64d || 10 ψυχῇ δὲ πάθος nam συναλγεῖ τῶ σώματι ψυχὴ cf. Plat. Axioch. 366b vi. etiam or. 41. 3ο || 13 ψυχῆς . . καμούσης sq. cf. Nemes. de nat. Hom. 2 p. 33 συμπάσχει ἡ ψυχὴ τῷ σώματι νοσοῦντι καὶ τεμνομένῳ καὶ τὸ σῶμα τῇ ψυχῇ (Clean- this) || 15 ἀπολεῖβον δάκρυα scil. propter amorem vi. or. 20. 5c μεστὸς δακρύων || 16 ὠχραινόμενον vi. or. 20. 5b ὁ χλωρός) [*](13 ψυχῆς γοῦν — p. 336. 1 ἀπεργάζονται n) [*](16 in mage ὠχραινόμενον (schol. vet. a) R!) [*](1 εὐωδία καθάπερ (suprascr. ἢ) R! | ἐν] τὰ ἐν Reiske || 3 αὐτῶν IMNp | ταύτῃ (e ταύτην corr.) R! ταῦτα C || 5 ἐξαι- ρετέον λόγου Hob. ἐξ ἑτέρου λόγου codd. (recte?) ἐξαίρω λόγου H (alt. man.) Δ⁰ ἐξαιρῶ λόγου Duebn. || 5. 6 καὶ γὰρ τῶν] ὡς καὶ τῶν l (man. alt.) φα(δΔ) καθάπερ τῶν Markl. || 6 φῦλλα R! || 7. 8 ἡ ψυχὴ ἔχουσα πρὸς τὸ σῶμα C || 10 ψυχῆς φα(δΔ) || 11 ἧδε R! || 13 γοῦν] οὖν DN νῦν n || 13. 14 καμνούσης C || 14 τοι σῶμα τὶ (i. e. profecto συγκάμνει σῶμα aliquatenus) Hob. τῷ σώματι RMND τὸ σῶμα cett. (δΔ) τὸ σῶμά τι Schenkl)

336
ἐρώτων λῦπαι ἀπεργάζονται, καὶ διὰ πενίαν τρυχώσεις, καὶ διὰ πένθη ἀκοιμιστίαι. Ἀποπέμπουσιν δὲ τῷ σώματι ὀδύνας καὶ θυμοὶ καὶ ὀργαὶ καὶ φθόνοι, καὶ τῶν τῆς ψυχῆς παρὰ μέλος κινημάτων οὐδὲν ὁτιοῦν.

Τί δή οὖν τούτων ἐπιμέμνημαι; Ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. Καὶ τοῦτο μὲν [*]( Ed. Duebn. p. 136)ταῦτά || μοι ἔστω ἀποπεφασμένον·

τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; Ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι διπλᾶ | τἀγαθὰ ἔλθῃ· καὶ οὔτε πιστεύω τῷ τεχνιτεύματι [*](119b) (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. Τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο;