Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἔστιν οὕτω δή τις ὀξύτατος ὁ τοῦ ἀλγεῖν δρόμος ἐπὶ τὸ ὑγιαῖνον ἀπὸ τοῦ κάμινοντος, ὡς μάθοις ἂν τῷ προσπταίσματι ἄκρῳ τῷ ποδί· ἐκ γὰρ ὀνύχων, φασίν, ἐπὶ τὴν κεφαλὴν τὸ ἀλγεινὸν ἀκαρεὶ θεῖ. Τοῦτο δὲ οἴει γίγνεσθαι ἄν, εἰ μὴ ἐτύγχανεν ἡ ψυχὴ διειληφυῖα τὸ σῶμα πᾶν πάντοθεν, καὶ ἀνακεκραμένη αὐτῷ, καθάπερ τὸ φῶς τῷ ἀέρι; ἢ μᾶλλον οὑτωσὶ λέγωμεν·

καθάπερ αἱ τῶν θυμιαμάτων ὀδμαὶ καὶ τοῖς πόρρω οὖσιν προσέβαλλον, ἀνακεράσασαι | τὸν διὰ μέσου ἀέρα [*](119 a) [*](3 ὑποκοριζόμενοι sq. cf. Varro sat. p. 102. 4 (Riese) ‘apella- mus . . a fervore febrimʼ || 5 ἕτερον sq cf. Plat. republ V 462 c ὅταν που ἡμῶν δάκτυλός του πληγῇ, πᾶσα ἡ κοινωνία ἡ κατὰ τὸ σῶμα πρὸς τὴν ψυχὴν τεταμένη. . πᾶσα ἅμα ξυνήλγησε μιέρους πονήσαντος ὅλη || 15 ἀνακεκραμένη sq. vi. or. 7. 1 e εἰ δʼ ἀμ- φοῖν sq.) [*](12 ἐκ γὰρ ὀνύχων — 13 θεῖ n || 14 ἡ ψυχὴ — p 335. 3 φύσει p) [*](1 διαταράξειεν Reiske || 3 ὃ καλοῦμεν] ἐκαλοῦμεν Dav. (Duebn.) καλοῖμεν Markl ἐκαλοῦμεν ἂν Reske ὃ del. Meiser 4 μετέβαλλον R! IMN μετέβαλον cett (δ Δ) || 6 μὲν] ἓν Markl. 8 συνελκύσηται C et ita Wakefield (silv crit. III 53) || 8.9 συν- επισπάσητε CN || 9 σῶμα] μέρος (in mge corr.) D || 12 γὰρ 〈τῶν〉 ὀνύ- χων C || 13 ἀκαρεὶ RMn ἀκαρεῖ IDΝ ἀκαρῆ CW ἐν ἀκαρεῖ α(δΔ) 14 διείληφε p || 15 ἀνακέκραται p || 16 μᾶλλον οὑτωσὶ λέγωμεν om p || 17 ὀσμαὶ W | 18 προσέβαλον CWα(δ Δ))

335
τῇ εὐωδίᾳ· ἢ καθάπερ τὰ χρώματα ἐν ὀφθαλμοῖς πόρρωθεν ἔρχεται ὡς ἐπιγράψαντα καὶ ταῦτα τὸν ἀέρα τῇ αὑτῶν φύσει· ταύτῃ νόμιζε καὶ τὴν ψυχὴν πανταχοῦ διεληλυθέναι, καὶ μηδὲν εἶναι ἄψυχον σώματος μέρος· τρίχας δὲ καὶ ὄνυχας ἐξαιρετέον λόγου·