Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐπιστήμην ἐπιστημῶν; μανθάνω, καὶ ἀποδέξομαι τοῦ λόγου, ἐὰν ἕν τι μοι δῷς μικρὸν πάνυ.

Τέχνην τεχνῶν τὴν τέχνην λέγε, ἐπιστήμην ἐπιστημῶν τὴν ἐπιστήμην λέγε· ἀπαλλάγηθι τοῦ ἑτέρου μέρους, καὶ σπένδομαι τῷ λόγῳ.

Εἰ δὲ τὴν ἐπιστήμην φυλάττων καὶ ἐξαρων τὰ πάθη, τὸ τούτων σχῆμα τῇ ἐπιστήμῃ δίδως, ὅμοιον δρᾶς· εἴ τις τὴν Φειδίου φυλάξας τέχνην, τὴν ὕλην ἀφελὼν προσθείη τῇ τέχνῃ τὸ τῆς τέχνης ὄνομα.

Ἐπιστήμην ἄρχειν βούλει βίου καλοῦ; ‘Ἀρχέτω λόγος’. Ἄρχειν βούλει, ἔστω κοίρανος οὗτος εἶς, [*]((Β 205))

  • --- ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω·