Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὸν δὲ αὗ πράξεώς τινος ἐργαστικόν, οὐκ ἄνευ σώματος ἀπεργαζόμενον, ἀλλʼ ἐν μὲν στρατηγίᾳ νίκην, ἐν δὲ ἰατρικῇ ὑγίειαν, ἐν δὲ πολιτικῇ [*](γʹ)δικαιοσύνην· τρίτον δʼ αὗ τεχνῶν εἶδος αὐτὸ λόγον ἄνευ σωμάτων ἐφʼ ἑαυτοῦ κρατυνόμενον, καὶ περὶ αὐτὸν τὴν πραγματείαν ἔχοντα, ὁποῖαι τέχναι γεωμετρικαὶ καὶ ἀριθμητικαί, καὶ ὅσαις τὸ τέλος διανοητικόν, αὐτὸ τοῦτο, οὔτε δὴ πρακτικόν, οὐδὲ ποιητι||κόν. [*]( Ed. Duebn. p.132)Εἶεν.

Τριῶν τούτων τέχνης γενῶν, κατὰ

ποῖον αὐτῶν τὴν ἀρετὴν τάξομεν, εἴπερ τέχνη; Κατὰ τὸ ποιητικόν; οὐδὲ αὐτὸς φήσεις· ἀλλὰ ἀμφισβητήσιμον ἔσται σοι τὸ τῆς πράξεως πρὸς τὴν θεωρίαν; ἔγὼ δὲ οὐδέτερον μὲν ἀφαιρῶ τῆς ἀρετῆς· ἀλλʼ ἑκάτερον ἑκατέρῳ ἀνακεράσας, ἐπιμετρήσας τὶ ἐπὶ τούτοις καὶ ἄλλο, τὸ ἐξ ἀπάντων ξυστὰν ἕτερον εἶναι φημὶ ἑκάστου, ἀφʼ ὧν συνέστη·

οἶον εἴ τις τὸ τοῦ ἀνθρώπου [*](ὥσπερ ἀνδριάντος, καὶ ἡ ἀθεώρητος ὥσπερ ὑγίεια, καὶ ἡ θεω- ρηματικὴ ὡς φρόνησις etiam llI 100) [*](1 τὸν μὲν sq. cf. Diog. Laert III 84 τῆς ἐπιστήμης εἴδη ἐστὶ τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν· τὸ δὲ ποιητικόν· τὸ δὲ θεωρητι- κόν· ἡ μὲν γὰρ οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν . . . πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ . . . πρακτικαί, . . .ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ κᾷστρολογικὴ θεωρητικαί sq. Sext. Emp. adv. math. IX 197 || 16 οὐδέτερον . . ἀφαιρῶ τῆς ἀρετῆς sq. vi. or. 16. 5 d ὥστε καὶ σπονδὰς sq. || 19 οἶον εἴ τις sq. vi. or. 17. 3f) [*](1 (et 4 et 7) in mge αʹ (βʹ γʹ) cum R ! (schol. vet. a) M 2 σώματι] σῶμά τι MNα(δ Δ0) || 3 ἢ οἷον] ὁποῖον Markl. ἢ del. Δ || 5 ἀλλʼ 〈οἷον〉 ἐν Markl. (Duebn) || 7 εἶδος, αὐτὸν α(δ Δ) 8 ἄνευ in ras. R! | ἑαυτὸν α(δ) corr. Markl. | καὶ (ante περὶ) om. θ || 9 αὐτὸν α(δ Δ) || 12 τούτων RMN δʼ ὄντων φα(δ) ὄντων Δ || 17 τὶ] τε H(Δ0))

325
σῶμα πῦρ εἶναι λέγοι, ἢ γῆν, ἢ ἀέρα, ἢ, νὴ Δία, ὕδωρ· εἴποιμι ἂν δήπου, ὡς οὔτε πῦρ ἐστιν τὸ σῶμα, οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδωρ· τὸ γὰρ ἐξ ἀπάντων μιχθὲν οὐκ ἔστιν ἕκαστον ἐκείνων, ἀφʼ ὧν ἐμίχθη.

[*](116a)

Πῶς οὖν | ἀρετὴ μετέχουσα θεωρίας καὶ πράξεως οὐκ ἔστιν τέχνη; Ταύτῃ μοι λέγοντι ἐφέπου.