Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἂν ἐπὶ τὰ στοιχεῖα ἔλθῃς καὶ τὸν τούτων πόλεμον, ὄψει μάχην ἐν τῷ Τρωϊκῷ πεδίῳ, οὐ Τρώων καὶ Ἀχαιῶν, καὶ ὀλλύντων καὶ ὀλλυμένων, αἵματι ῥεούσης τῆς γῆς· ἀλλὰ πυρὸς καὶ ποταμοῦ μάχην, τοῦ μὲν οἰδαίνοντος καὶ ἀνισταμένου λαμπρῷ καὶ συνεχεῖ τῷ κύματι, τοῦ δὲ ταῖς δίναις ἐμπίπτοντος ἀκμαίᾳ ῥιπῇ, φλέγοντος μὲν τὰς κόμας καὶ τὸ κάλλος τοῦ ποταμοῦ, | ἰτέας καὶ μυρίκας [*](114 a) καὶ λωτὸν καὶ θρύον, φλέγοντος δὲ αὐτοῦ τὰ φορήματα καὶ τὰ θρέμματα,|| [*](Ed. Duebn. p.130)[*]((Φ 353/4))

  • τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες, οἱ κατὰ
  • δίνας,
  • οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα.
  • Ἄπιστος δʼ ἂν ἦν ὁ πόλεμος οὗτος, ἀλλὰ ἡ Ἥρα σπένδεται καὶ διαλύει τὸν πόλεμον, καὶ τὰ στοιχεῖα συνάγει.

    Ἔα μοι ταυτὶ τὰ αἰνίγματα· σκόπει τὰ σά, τὰ ἀνθρώπινα.

    Οὗτός σοι πολιτείας τρόπος, οὐκ ἐν Πειραιεῖ πλαττόμενος, οὐδὲ ἐν Κρήτῃ νομοθετούμενος, ἀλλʼ ἐπὶ προφάσει [*](1 Ἄρης cf. Philod. de piet. Ps. Plut. vit. Hom.102 5 στοιχεῖα of Ps. Plut. vit Hom. 102 || 18 Ἥρα scil. ὁ ἀὴρ cf. Diog. Laert. VII 147 Cicer nat. deor. 26. 66 anon ap. Westerm. myth. 328. 6) [*](4 λόγων RH ὀνομάτων cett. (δ) || 5 ὀνομάτων RH λόγων cett. (δ) || 9 ποταμοῦ] ὕδατος Markl. || 10 λαμπρῷ] λάβρῳ Markl. 12 μυρίκας (υρ in ras.) R! 15 οἱ R Homerus οἳ cett. (δ Δ) om M || 15. 16 κατὰ δίνας om. M || 18 ἄπαυστος H (Δ) Markl. ἄσ- πειστος Steph. et ita kühn (ad Polluc. I 10. 102) sed cf. ἄπιστος ἔχθρα Euseb. de laude Const. XVI 766 || 20 τὰ (ante σά) in ras R! || 22 σοι] τῆς φ α (δ))

    319
    ἡρωϊκῇ ὑπὸ φιλοσόφου δεικνύμενος, διʼ οἰκονομίας ἡρωϊκῆς.

    Ἄρχοντες αὐτουργοί, προβουλευόμενοι· ἀριστεῖς ἀγαθοί, προπολεμοῦντες· γυνὴ σώφρων, ἀντιταττομένη ὑβρισταῖς νεανίαις· βασιλεὺς δίκαιος, ξενοδοχῶν ἀλήτην ξένον· ἀνὴρ σώφρων, παντοίαις συμφοραῖς ἀντιτεχνώμενος.

    Δείξω δέ σοι καὶ πολιτείας ἄλλας ἀντιτεταγμένας· δημιουργεῖ δὲ αὐτάς Ὅμηρος μὲν λόγῳ, Ἥφαιστος δὲ χρυσῷ·

    [*]((Σ 491))

  • ---ἐν τῇ μέν ῥα γάμοι τὲ
  • καὶ ᾠδή, καὶ χοροί, καὶ δικάζοντες βασιλεῖς, καὶ ἑπόμενοι λαοί· [*]((Σ 509))
  • τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν.
  • Κἂν ἀπιστῇς τῷ πράγματι, οὐκ ἀπορήσεις λόγων ἀληθεστέρων.