Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας γνῶσιν συντεταγμένον.

Αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεύς καὶ Ἀγαμέμνων· ὁ μὲν ὑπʼ ὀργῆς εἰς ὕβριν προφερόμενος ὁ Ἀγαμέμνων, ὁ δὲ Ἀχιλλεύς προπηλακισθείς μηνιῶν· εἰκόνες παθῶν, νεότητος καὶ ἐξουσίας.

Ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν.