Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Συνελόντι δʼ εἰπεῖν, ἡ Ὁμήρου ποίησις τοιάδε τίς ἐστιν, οἷον εἰ καὶ ζωγράφον ἐννοήσαις φιλόσοφον Πολύγνωτον ἢ Ζεῦξιν, μὴ γράφοντα εἰκῇ· καὶ γὰρ τούτων ἔσται τὸ χρῆμα διπλοῦν, τὸ μὲν ἐκ τῆς τέχνης, τὸ δὲ ἐκ τῆς ἀρετῆς· κατὰ μὲν τὴν τέχνην, τὰ σχήματα καὶ τὰ σώματα εἰς ὁμοιότητα τοῦ ἀληθοῦς διασώζοντι· κατὰ δὲ τὴν ἀρετήν, εἰς μίμησιν τοῦ κάλλους [*](1 οἱ μύθοι quippe quibus insit τὸ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται, πλείστη δὲ χάρις Plut aud. poet. 7 || 3 μέμικται sq. cf. Plut. aud. poet. 7 κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα sq. || 7 ὄργανον sq. cf. Dio Chrys/ 53. 5, de poetis in universum Themist. 28. 341c || 16 Ζεῦξιν vel Φειδίαν cf. Dio Chrys. XII 55 sq. vi. etiam or 2. 10 d) [*](8 εἰ ἤδη — 13 μοῦσαν p) [*](1 ἦν] οὖν Schenkl | λόγου, 〈 ὃ〉 οἱ Bob. | μῦθοι· 〈καὶ ἄλλα μὲν〉 ἔχουσιν α (δ) μῦθοι, οὓς ἔχουσιν Markl. (Duebn.) μῦθοι παρέχουσιν Schenkl || 2 καὶ τὰ] ἄλλα δὲ τὰ α (δ) ἄλλο δὲ τὰ Markl. || 3 δὲ ἐν Δ || 7 μὲν 〈ἱὲν〉 Markl. ἱὲν Duebn. | πάσας Heins. (Duebn.) || 8 ἄλλαις] ἀλλήλαις Heins. (Duebn.) | οὕτως· ἤδη nescio unde Δ || 16. 17 τούτῳ Markl. (Δ) || 19 σώματα] χρώματα Markl. 19. 20 διασώζουσι Dav.1)

314
τὴν εὐσχημοσύνην τῶν γραμμάτων διατιθέντι.

Ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας γνῶσιν συντεταγμένον.

Αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεύς καὶ Ἀγαμέμνων· ὁ μὲν ὑπʼ ὀργῆς εἰς ὕβριν προφερόμενος ὁ Ἀγαμέμνων, ὁ δὲ Ἀχιλλεύς προπηλακισθείς μηνιῶν· εἰκόνες παθῶν, νεότητος καὶ ἐξουσίας.

Ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν.

Πάλιν αὖ Θερσίτης πεποίηται αὐτῷ αἰσχρὸς ἰδεῖν, φωνὴν ἐπεσβόλος, γνώμην ἄτακτος, οἷος εἶναι εἰκὼν ἀκολάστου δήμου.

Ἀλλʼ ἀντίθες καὶ τούτῳ ἄνδρα, ἀγαθόν, ἡγεμόνα ἀκριβῆ, ἐπιπορευόμενον, [*]((Β 188/9))

  • ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα ἐφεύροι,
  • τόν ῥʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
  • [*](1 ταύτῃ sq. vi. or. 4. 6 a || 5 αὐτίκα sq. vi. or. 18. 8 d || 7 ὑπ᾿ ὀργῆς cf. Dio Chrys. 57. 6; 61. 13 Themist. 13. 172 d Plat symp. 174b || 9 μηνιῶν cf Ps. Plut. vit. Hom. 142 Dio Chrys. 56. 10 || 11 ἀγαθὸν φρονεῖν cf. Dio Chrys. 2. 20; 56. 10 | δεινὸν εἰπεῖν cf. Dio Chrys. 57. 8 Ps. Plut. vit. Hom. 165 vi. etiam simil. de Socrate or. 3. 3 b || 13 ἀκολάστου cf. Dio Chrys. 2. 22 || 14. 15 ἡγεμόνα vi. or. 23. 1 f cf. Ps. Plut. vit. Hom. 178 || 16 ὅντινα vi. or. 15. 9 d) [*](5 αὐτίκα — 9. 10 ἐξουσίας n) [*](1 γραμμῶν Scaliger | διατιθέασι Dav. || 3 ἐντεταγμένον nescio unde Δ ἓν συντεταγμένον Reiske || 4 φιλοσοφίαν 〈ἓν 〉 εἰς Reiske || 5 συντεταμένον MN φ α (δ) corr. Markl. (Δ tacite) | πε- ποίηται (ητ in ras.) R! || 10 τοι om. α (δ) || 10. 11 τῷ (ante χρόνῳ) om. Δ || 16 ὅν τινα Homerus | ἐφεύροι] κιχείη Homerus 17 τὸν δʼ ἀγανοῖς Homerus)
    315
    [*]((Β 198/9))
  • ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ
  • ἐφεύροι,
  • τὸν σκήπτρῳ ἐλάσασκεν.
  • Ἆρά σοι εὐδοκεῖ αὐτὸ τοῦτο, εἰ καὶ ὁ Σωκράτης τοὺς [*](113a) μὲν βασιλικοὺς καὶ ἐξόχους ἄνδρας | ἀγανοῖς λόγοις [*](ΜΒ΄) γεραίρων καὶ ἀποδεχόμενος, Τίμαιόν τινα, ἢ Παρμενίδην, ἢ ἄλλον βασιλικὸν ξένον· [*]((Β 198))

  • ὃν δʼ αὐ δήμου τʼ ἄνδρα ἴδοι, βοόωντά τʼ ἐφεύροι,
  • τοῦτον ἐλαύνων τῷ λόγῳ, Θρασύμαχόν τινα, ἢ Πῶλον, ἢ Καλλικλέα, ἢ τινα ἄλλον λωβητῆρα καὶ ἐπεσβόλον.

    Πάλιν αὖ ἐπανίωμεν ἐπὶ τὸν Ὅμηρον, καὶ τοὺς παῤ αὐτῷ βαρβάρους· καὶ γὰρ ἐνταῦθα ὄψει ἀρετὴν καὶ κακίαν ἀντιτεταγμένας ἀλλήλαις· ἀκόλαστον μὲν τὸν Ἀλέξανδρον, σώφρονα δὲ τὸν Ἕκτορα· δειλὸν τὸν Ἀλέξανδρον, ἀνδρεῖον τὸν Ἕκτορα· κἂν τοὺς γάμους αὐτῶν ἐξετάζῃς, ὁ μὲν ζηλωτός, ὁ δὲ ἐλεεινός· ὁ μὲν ἐπάρατος, ὁ δὲ ἐπαινετός· ὁ μὲν μοιχικός, ὁ δὲ νόμιμος. ||

    Θέασαι δὲ καὶ τὰς ἄλλας ἀρετὰς νενεμημένος [*](Ed. Duebn. p.129) [*](4 ὁ Σωκράτης scil. Platonicus ille, qui in Platonis dialogis Timaeo, Parmenide, Gorga appellatis de republica rem gerit; aliter Diog. Laert lI 5. 25 vi. etiam or. 1. 9 d 9 ἐλαύνων cf. autem Epict. diss IV 5. 3 e Xenophon. mem. l 2. 58 | Θρασύμαχον. Πῶλον . . Καλλικλέα vi. or. 18. 5 k || 13 ἀκόλαστον . . σώφρονα vi. or. 18. 8 c de amore || 14 Ἀλέξανδρον . . Ἕκτορα sq. vi. or. 18. 8 e sq. cf. Plut. de aud. poet. 3 || 17 ἐπαινετός vi. or. 19. 4 b de amore || 17. 18 νόμιμος vi. or. 19. 4 c vi. etiam or. 20. 6 a) [*](9 in mge θρασύμαχος | πῶλος | καλλικλῆς (schol. recent.) R!) [*](1 τʼ (ante ἄνδρα) om. Homerus || 2 ἐφεύροι in ras R! 3 (τὸν σκήπ)τρῳ (suprascr. τῷ manu eadem quae litteras τὸν σκη rasura evanidas postea renovavit) R! || 4 εὐδοκεῖ (ut Polyb XX 5. 20 quem locum Sophocles greek lexicon s. praetermittere non debuit)] οὐ δοκεῖ φ α (δ Δ) | εἰ καὶ] εἶναι Markl. (Duebn .) ποιεῖν Dav. ποιεῖν καὶ Duk. || 4. 5 τοὺς μὲν βασιλικοὺς in ras. R! || 6. 7 Παρμενείδην || 9 ἢ Πῶλον — 10 τινα om. MN α (δ) add. Steph. ex σ || 14 δὲ (ante τὸν Ἕκτορα) om. α (δ))

    316
    κατʼ ἄνδρα, τὴν μὲν ἀνδρείαν κατὰ τὸν Αἴαντα, τὴν δὲ ἀγχίνοιαν κατὰ τὸν Ὀδυσσέα, τὸ δὲ θάρσος κατὰ τὸν Διομήδην, τὴν δὲ εὐβουλίαν κατὰ τὸν Ὀδυσσέα αὐτόν· οὕτως ἄρα εἰκόνα ἡμῖν ὑποτίθεται χρηστοῦ βίου καὶ ἀρετῆς ἀκριβοῦς, ὥστε καὶ ἀπέδωκεν αὐτῷ ἥμισυ μέρος τῶν αὐτοῦ ἔργων.

    Καὶ ταῦτα μέν, ὡς συλλήβδην εἰπεῖν, ἴχνη βραχέα μακρῶν λόγων.