Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἂν γὰρ ἐξομόσηται τόνδε διδάσκαλον, ὁρῶ τὰ γνωρίσματα, καὶ συνίημι τῶν σπερμάτων· [*]((δ 149/50))

  • κείνού τοι τοιοῖδε πόδες, τοιαῖδέ τε χεῖρες,
  • ὀφθαλμῶν τε βολαί, κεφαλή τʼ ἐφʼ ὑπερθέ
  • τε χαῖται,
  • ὥστε καὶ ἐπιτολμήσαιμι ἂν εἰπεῖν ἔγωγε, ἐμφερέστερον εἶναι Πλάτωνα Ὁμήρῳ μᾶλλον, ἢ Σωκράτει, κἂν τὸν Ὅμηρον φεύγῃ, κἂν διώκῃ τὸν Σωκράτην.

    Μή με οἰηθῇς τὰς Πλάτωνος φωνὰς εἰκάζειν Ὁμήρῳ, καὶ τὰ ὀνόματα, καὶ τὰ ῥήματα· ἔστιν μὲν γὰρ καὶ ταῦτα ἐκεῖθεν, ἐκείνης τῆς ἁρμονίας ἀπορροή, ὡς ἐξ ὠκεανοῦ ἡ Μαιῶτις, ὡς ἐκ τῆς Μαιώτιδος ὁ Πόντος, ὡς ἐκ τοῦ Πόντου ὁ Ἑλλήσποντος, ὡς ἐξ Ἑλλησπόντου ἡ θάλασσα· ἀλλὰ τὴν γνώμην τῇ γνώμῃ προσάγω, καὶ τὴν συγγένειαν ὁρῶ.

    Καὶ τοῦτο μέν σοι καὶ αὖθις παῤ ἐμοῦ λελέξεται· ἐπάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν Ὁμήρου γνώμην, διεξιόντες περὶ αὐτῆς τὰ εἰκότα.

    [*](9 Πλάτωνα Ὁμήρῳ vi. or. 17. 3 a || 13 ἀπορροὴ sq. cf. Plut. def. orac. 24. 423 vi. etiam or. 39. 5 d καθάπερ καὶ τὰ μέρη τῆς θαλάττης Sq.)[*](13 ὡς ἐξ ὠκεανοῦ — 16 θάλασσα n)[*](1 in mge ὅτι ἐξ Ὁμήρου ὁ | Πλάτων (schol. recent.) R! 8 in mge ὅτι καὶ ἐμφερέ |στερος πλάτων ὁμή ρῳ ἢ σωκράτει (schol. recent.) R!)[*](2 ἐξομόσετε (corr. in. mge) N || 5 κείνου γὰρ omerus || 6 ἔφύ περθε α (δ Δ) cum Homero || 9 ἢ Σωκράτει om. N α (δ) add. Hemv. 14 Meotis . . ex Meotide σ || 15. 16 ἡ 〈δεῦρο〉 θάλασσα (vel η 〈καθʼ ἡμᾶς〉 θάλασσα Markl. || 16 γνώμην] γῆν MN α corr. Steph. || 18 ἐπανάγωμεν φ α (δ Δ))
    312

    Δοκεῖ μοι Ὅμηρος, φύσει τε κεχρημένος ἐνθεωτάτῃ καὶ φρονήσει δεινοτάτῃ | καὶ ἐμπειρίᾳ πολυτροπωτάτῃ, [*](112 a) φιλοσοφίᾳ ἐπιθέμενος, δημοσιεῦσαι ταύτην τοῖς Ἕλλησιν ἐν ἁρμονίᾳ τῇ ποτὲ εὐδοκίμῳ· αὕτη δʼ ἦν ἡ ποιητική· οὔτε δὲ Ἰωνικὴν ταύτην ἐθελῆσαι εἶναι αὐτῷ, οὔτε ἀκριβῶς Δώριον, οὔτε Ἀττικήν, ἀλλὰ κοινὴν τῆς Ἑλλάδος.

    Ἅτε οὖν ξύμπασι διαλεγόμενος, ἀθροίσας ἀναμὶξ τὴν Ἐλλάδα φωνὴν καὶ ἀνακερασάμενος εἰς σχῆμα ᾠδῆς, διʼ ὧν τὰ ἔπη εἰργάσατο προσηνῆ τε ἅμα

    εἶναι καὶ ξυνετὰ πᾶσιν καὶ κεχαρισμένα ἑκάστοις, ἐνθυμηθεὶς δέ, ὅτι ὀλίγον μὲν τὸ ξυνετὸν ἐν ἅπαντι, τὸ δὲ πολ δημαγωγεῖσθαι φιλεῖ, οὐδετέρῳ τῷ γένει ἀποκεκριμένην τὴν ποίησιν ἐξειργάσατο· καθάπερ ὁ Ἡσίοδος, χωρὶς μὲν τὰ γένη τῶν ἡρώων, ἀπὸ γυναικῶν ἀρχόμενος καταλέγων τὰ γένη, ὅστις ἐξ ἧς ἔφυ· χωρὶς δὲ αὐτῶν πεποίηνται οἱ θεῖοι λόγοι, ἅμα τοῖς λόγοις θεογονία· χωρὶς δʼ αὖ ὠφελεῖ τὰ εἰς τὸν βίον.

    ἔργα τὲ ἃ δραστέον, καὶ ἡμέραι ἐν αἷς δραστέον· οὐχ οὕτω τὰ Ὁμήρου ἔχει, οὐδὲ ἀποκέκριται ἕκαστα χωρίς, οὐδʼ αὖ φύρεται ἀκρίτως πάντα ἐν πᾶσιν· ἀλλά τε [*](1 φύσει sq. eadem fere de Socrate vi. or. 8. 3 b sq. || 5 οὔτε . . Ἰωνικὴν sq. cf. Dio Chrys.12. 66; 11. 20 Ps. Plut. vit. Hom. 8 sq. 7 ἀθροίσας sq cf. Ps. Plut. vit. Hom. 14 ὅπως μὲν οὖν τὰς πάν- των Ἑλλήνων φωνὰς ἀθροίζων ποικίλον ἀπεργάζεται τὸν λόγον sq 14 Ἡσίοδος sq. vi. or. 18. 9 a) [*](1 δοκεῖ — 9 ᾠδῆς p) [*](3 in mge σημείωσαι πάντα | ταῦτα περὶ | ὁμήρου (schol. re- cent.) R! || 14 in mge ἡοίοδος (schol. recent.)) [*](4 τῇ τότε εὐδοκίμῳ φ (δ Δ) || 5 αὐτῷ α (δ Δ°) || 9 ᾠδῆς, 〈διʼ〉 ὧν τὰ Hob. ᾠδῆς ὧν τὰ codd. ᾠδῆς, οὕτως Schenkl. ᾠδῆς τὰ φ α (δ Δ) ᾠδῆς, αὑτοῦ τὰ Dav.² ᾠδικόν, τὰ Markl. ᾠδῆς ἕν, τὰ Meiser 14 τὰ γένη om. α (δ Δ) || 15 ἐξ ἧς |ἐξ οἵας Duk. || 16 αὐτῷ φ α (δ Δ) λόγοι 〈καὶ〉 ἅμα Markl. (Duk) || 17 〈ἡ〉 θεογονία Markl. || 20 ἀλλά τε RMN ἀλλά γε (γʼ) cett. (δ Δ) (Schenkl))

    313
    ἦν τὸ σχῆμα αὐτῷ τοῦ λόγου, ὃ οἱ μῦθοι ἔχουσιν, οἱ Τρωικοὶ λόγοι καὶ τὰ τοῦ Ὀδυσσέως παθήματα, [*](Ed. Duebn. p.128) μέμικται δʼ ἐν αὐτοῖς καὶ θεολογία σαφής, καὶ πολιτείας ἦθος, καὶ ἀρεταὶ ἀνθρώπων, καὶ μοχθηρίαι, καὶ παθήματα, καὶ συμφοραί, καὶ εὐτυχίαι· καὶ τούτων ἕκαστον ὑποθέσεις οἰκείας ἔχει·

    οἷον εἰ ξυνίῃς παναρμόνιόν τι ὄργανον, παντοδαπὰς μὲν φωνάς, πάσαις δὲ ἄλλαις ὡμολογημένας·