Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τῆς δὲ ἐπιστήμης ταύτης τὸ κεφάλαιον, τέως μὲν παντοδαποῖς περιβεβλημένον σχήμασιν, μετεχειρίζετο τὰς τῶν ἐντυγχανόντων ψυχὰς διδασκαλίοις ἀλύποις, τῶν μὲν τελετὰς καὶ ὀργιασμούς τινας ἐπιφημισάντων τοῖς αὑτῶν λόγοις, τῶν δὲ μύθους, τῶν δὲ μουσικήν, τῶν δὲ καὶ μαντικήν.

Καὶ κοινὸν μὲν ἦν ἅποσιν τὸ ὠφελοῦν, ἴδιον δὲ τὸ σχῆμα τοῦ λόγου.

Χρόνῳ δὲ ὕστερον ὑπὸ σοφίας οἱ ἄνθρωποι νεανιευόμενοι, ἀποκαλύψαντες ταυτὶ τὰ τοῦ λόγου προκαλύμματα, ἀπέφηναν φιλοσοφίαν γυμνὴν καὶ ἐξωνειδισμένην καὶ πάγκοινον καὶ πρόχειρον εἰς συνουσίαν παντί τῷ, ὄνομα μόνον ἔργου καλοῦ πλανώμενον ἐν δυστήνοις σοφίσμασιν.