Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

παρατιθέντες γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, ἢ πονοῦντες ὑγιασθῆναι. Καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν τῷ ἀλγεινῷ τῆς ἰάσεως·

ποριστὴς δὲ ἡδονῆς, καὶ παντοίας ἡδονῆς, οὔτε ὁ Ασκληπιός, οὔτε οἱ Ἀσκληπιάδαι, ἀλλʼ ὀψοποιῶν τὸ ἔργον.

Οὐδὲν δὲ σεμνότερον ἀκόλαστος λόγος τῶν τῆς γαστρὸς κολακευμάτων· ἐὰν γὰρ τούτου ἀφέλῃς μὲν τὸ ὠφελοῦν, τερπνὸν δὲ προσθῇς, [*](109 b)ἰταμὸν καὶ ἄκρατον ἰσοτιμίαν καὶ ἰσηγορίαν χειρο|τονεῖς λόγου πρὸς τὰ αἰσχρὰ πάντα, ὅσα διʼ αἰσθήσεων ἐπὶ ψυχὴν ἔρχεται, ὑφʼ ἡδονῆς παραπεμπόμενα.