Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταύτην μοι διήγησαι τὴν γεωργίαν, τοὺς δὲ ἐπαίνους ἔα. Ἐὰν γὰρ ἀφέλῃς αὐτῶν τὴν χρείαν, ὑποπτεύω τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν | ἔπαινον [*](109 a) μέμφομαι.

Τοῦτον τὸν ἔπαινον φθέγγεται τὰ μέλη τῆς ψυχῆς, τὰ ἀκόλαστα, τὰ κρίνειν ἀσθενῆ, τὰ ἀπατᾶσθαι πεφυκότα·

[*]((Γ 156/7))

οὐ νέμεσις Τρῶας καὶ εὐκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. Ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσομένου γύναιον μανὲν καὶ τὴν ἀπʼ αὐτοῦ ἡδονήν, Ἑλφητί,