Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐπεὶ δὲ ἱκανῶς εἶχεν τῆς θέας, λέγει πρὸς αὐτὸν ὁ Χηνεύς Μύσων· ‘Διὰ ταῦτά τοι, ὦ Ἀνάχαρσι, καὶ σοφοὶ δοκοῦμεν, οὐκ οἶδα ὅπως, τοῖς ἀνθρώποις εἶναι· εἰ δὲ ἐγὼ σοφὸς ταῦτα ἐπιτηδεύων, ποῖ ποτε οἰχήσεται φερόμενον τὸ μὴ σοφόν;’ Ἠγάσθη μάλα τοῦ Ἕλληνος ξένου ὁ Ἀνάχαρσις τὴν ἀφθονίαν τῶν ἔργων καὶ τὴν φειδὼ τῶν λόγων.

Ἦσαν δέ που καὶ οἱ Πυθαγόρου λόγοι ἐοικότες τοῖς νόμοις, βραχεῖς καὶ ἐπίτομοι· τὰ δὲ ἔργα μακρὰ || [*](Ed. Duebn. p.123)καὶ διηνεκῆ, καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν μηδαμοῦ

τὴν ψυχὴν ἀνιέντα, μηδὲ εἰς ῥᾳθυμίαν χαλῶντα. Ὥσπερ γὰρ ἐν ταῖς τῶν μελῶν ἁρμονίαις τὸ παραλειφθέν, κἂν σμικρὸν ᾖ, διαλύει τὸν κόσμον τοῦ μέλους, οὕτω κἀν τῇ τοῦ βίου ἁρμονίᾳ, εἴπερ μὴ ἐκμελὴς ἡμῖν ἔσται μηδὲ εἰκῇ διαπεραινόμενος, ὁμολογίαν εἶναι δεῖ ἔργου καὶ λόγου·