Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ μὲν γὰρ πλεο|νέκτης τέ ἐστιν καὶ ἐπὶ τὰ ἀλλότρια ἄγει, [*](106a) καὶ αὐτὸς αὐτοῦ κράτιστα ἔχει, ἐπειδὰν τὰ μέγιστα ἀδικῇ καὶ ἀδικῶν εὐστοχῇ.

Παρὰ δὲ γεωργίας ἴση μὲν ἡ ἀντίδοσις, δικαία δὲ ἡ ὁμιλία. Θεραπεύεις φυτόν, τὸ δὲ ἀντιδίδωσιν καρπούς· θεραπεύεις λήϊον, τὸ δὲ εὐτροφεῖ· τημελεῖς ἄμπελον, ἡ δὲ εὐοινεῖ·

τημελεῖς [*]( Ed. Duebn. p. 121)ἐλαίαν, || ἡ δὲ εὐανθεῖ. Φοβερὸς γεωργὸς οὐδενί, πολέμιος οὐδενί, φίλος πᾶσιν, ἄπειρος αἵματος, ἄπειροσ σφαγῆς, ἱερὸς καὶ παναγὴς θεῶν ἐπικαρπίων καὶ [*](2 σωφροσύνην . . . 8 δικαιοσύνην . . . p. 294. 14 ἀνδρείαν scil. τελείας stoicorum virtutes cf. Stob. ecl. lI 104 sq. Diog. Laert. VII 92 al. || 8 πρὸς δικαιοσύνην sq. cf. Themist. 30. 350 d ὥστε καὶ δι- καιοσύνην μάλιστα ἐντεῦθεν εἰκὸς περιγίνεσθαι τοῖς ἀνθρώποις· οὐδὲ γὰρ σχολὴ γεωργοῖς ἀδικεῖν sq. || 9 ὁ μὲν sq. vi. simil. de amatore et agricola or. 19. 4 f || 12. 13 ἴση ἡ ἀντίδοσις ut or. 14. 6 d (de amicitia) || 14 τὸ δὲ ἀντιδίδωσιν sq. cf. Muson. ap. Stob. flor. 56. 18 ἀμείβεται γὰρ ἡ γῆ κάλλιστα καὶ δικαιό- τατα τοὺς ἐπιμελομένους αὐτοὺς . . καὶ ταῦτα μὲν σὺν τῶ πρέ- ποντι, σὺν αἰσχύνῃ δʼ οὐδὲν αὐτῶν Xenoph. oecon. 5. 8 τίς δὲ ἥδιον τὸν ἐπιμελόμενον δέχεται προτείνουσα προσιόντι λαβεῖν ὅτι χρῄζει) [*](3 (et 4) ἱταμώτερος R || 3.4 ὁ μὲν θρασὺς del. Knebel || 4 ἰτα- ιιώτερος] ὑβριστότερος Reiske ὑβριστικώτερος Duk. del. Knebel 6 ἀσθενὴς 〈 . . . . τερος· καὶ ὁ μὲν θρασὺς〉 ὑγιεινότερος Markl. ἀσθενὴς ὑγιεινότερος Duebn. 〈θρασὺς ἠπιώτερος〉 ὁ δὲ ἀσθενὴς ὑγιεινότερος Duk. || 8 ἐξετάζοις R φ ἐξετάζεις cett. (δ Δ°) 12 εὐ- στοχῇ RM εὐστοχεῖ cett. (δ Δ°) corr. Reiske εὐτυχεῖ Markl. 14 ἀντιδίδωσιν M cum R!)

293
ἐπιληναίων καὶ ἁλώων καὶ προηροσίων· ἴσος μὲν ἐν δημοκρατίᾳ, ὀλιγαρχίαν δὲ καὶ τυραννίδα πάντων μάλιστα μισεῖ γεωργία. Οὐ γὰρ ταύτης θρέμματα ὁ Διονύσιος, οὐδὲ ὁ Φάλαρις, ἀλλʼ ἑκάτερος ἀπὸ τῶν ὅπλων.

Ἑορταῖς γε μὴν καὶ μυστηρίοις καὶ πανηγύρεσιν ποῖον πλῆθος ἐπιτηδειότερον; οὐχ ὁ μὲν ὁπλίτης ἑορταστὴς ἄμουσος, ὁ δὲ γεωργὸς ἐμμελέστατος; καὶ ὁ μὲν μυστηρίοις ἀλλότριος, ὁ δὲ οἰκειότατος; καὶ ὁ μὲν ἐν

πανηγύρει φοβερώτατος, ὁ δὲ εἰρηναιότατος; Δοκοῦσι δέ μοι μηδὲ τὴν ἀρχὴν συστήσασθαι ἑορτὰς καὶ τελετὰς θεῶν ἄλλοί τινες, ἢ γεωργοί· πρῶτοι μὲν ἐπὶ ληνῷ στησάμενοι Διονύσου χορούς, πρῶτοι δὲ ἐπὶ ἅλῳ Δημητρὶ ὄργια, πρῶτοι δὲ τὴν ἐλαίας γένεσιν τῇ Ἀθηνᾶ ἐπιφημίσαντες, πρῶτοι δὲ τῶν ἐκ γῆς καρπῶν τοῖς δεδωκόσιν θεοῖς ἀπαρξάμενοι· οἷς εἰκὸς χαίρειν τούς θεοὺς μᾶλλον, ἢ Παυσανίᾳ τὴν δεκάτην ἀποθύοντι, ἢ Λυσάνδρῳ τὴν δεκάτην ἀνατιθέντι· ἐκ πολέμων αἱ ἀπαρχαί, ἐκ συμφορῶν αἱ εὐσέβειαι.

Γεωργῶν δὲ φιλάνθρωποι μὲν αἱ εὐχαί, εὔφημοι δὲ αἱ θυσίαι, ἀπʼ οἰκείων πόνων, ἄμοιροι συμφορῶν, ἄμοιροι κακῶν.