Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

δῃουμένου; Ἐὰν δὲ παραβάλῃς τῷ στρατιωτικῷ τούτῳ τὰ ὕστερα, εὑρήσεις μὲν πλείστους, ἀλλʼ οὐ νικηφόρους· ὁπλίτας, ἀλλὰ μισθοφόρους, ὁπλίτας ἐσκιατροφημένους, ὁπλίτας ὑβριστάς, ἐν Σικελίᾳ ἡττωμένους, ἐν Ἑλλησπόντῳ λαμβανομένους.

Τὰ δὲ Περσικὰ εἰ λέγοις, στρατιωτικόν μοι καὶ τοῦτο λέγεις ἐκ γεωργίας. Πότε γάρ ποτε Μῆδοι μὲν ἡττῶνται, κρατοῦσιν δὲ Πέρσαι; ὅτε Πέρσαι μὲν ἐγεώργουν ἔτι, Μῆδοι δʼ ἐπολέμουν, τότε ἦλθεν αὐτοῖς ἀγὼν κύριος. Στρατιωτικὸν ἐν Πασαργάδαις νενικημένον, γῇ τραχείᾳ ὑπʼ αὐτουργίᾳ στρατιώτας διαπεπονημένους· ἀλλʼ ἐπεὶ γεωργοῦντες ἐπαύσαντο οἱ Πέρσαι, καὶ τῆς γῆς ἐπελάθοντο, καὶ τῶν ἀρότρων καὶ τῶν ἀμητηρίων, τότε ἀπέβαλλον καὶ τὰς ἀρετὰς ὁμοῦ τοῖς ὀργάνοις.

[*](5 μισθοφόρους vi. or. 14. 5 d καὶ γὰρ ὁ ἀριστεὺς sq. || 5. 6 ἐσκιατροφημένους cf. Muson. ap. Stob. flor. 58. 18 ὑγιεινότερον τοῦ σκιατροφεῖσθαι sq. vi. ad p. 294. 17 7 τὰ Περσικὰ sq. vi. or 23. 4 a γεωργοῦσιν Ἀσσύριοι sq. || 9 πότε sq. ut or 41. 4 h)[*](3 δὲ 〈σὺ〉 παραβάλῃς α(δ) δὲ καὶ παραβάλῃς Markl. 4 πλείστους] πελταστάς Markl. || 9 πότε γάρ, πότε ϛ(δ Δ) 11 ἄγων Κῦρος φ α (δ Δ) pessime || 11. 12 στρατιωτικὸν scil. λέγεις (quod si addi malueris, ante γῇ ponatur) 12 νενικημένον] ἠσκημένον φ α (θ) ἐνησκημένον Markl. (Duebn.) γεγεννημένον Dav. κεκονιμένον Schenkl | γῆ τραχεῖα R γῆς τραχείας Schenkl ὑπʼ] ἐπʼ N α (δ) || 16 ἀπέβαλλον RM (man. alt. λ add.) ἀπέβαλον cett. (δ Δ))
297
[*](κεʹ)

Ὅτι οἱ σύμφωνοι τοῖς ἔργοις λόγοι ἄριστοι.

Ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλʼ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλʼ ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς.