Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὑτωσὶ δὲ θεασώμεθα. Τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοί εἰσιν.

Πολεμοῦσιν δέ, ἆρα οἱ δίκαιοι τοῖς δικαίοις; οὐδαμῶς· ἴσοι γὰρ ταῖς γνώμαις

ὄντες, τί ἂν τοῦ πολεμεῖν δέοιντο; Πολεμοῦσιν οὖν οἱ ἄδικοι ἢ τοῖς δικαίοις, ἢ τοῖς ὁμοίοις· ἄνισοι γὰρ καὶ πρὸς ἀλλήλους, καὶ πρὸς τοὺς δικαίους. Πολεμοῦσιν δὲ καὶ ἀσθενεῖς, ὀρεγόμενοι τοῦ ἴσου· οἱ δὲ ἰσχυροί, τοῦ πλέονος. Εἶεν.

Τρία ταυτὶ συστήματα ἡμῖν πεφώρακεν ὁ λόγος· ὧν τὸ μὲν ἐκεχειρίαν ἀεὶ πρὸς ἑαυτὸ καὶ σπονδὰς ἄγει, τὸ δίκαιον· τοῖν δὲ ἄλλοιν πολεμεῖ ἑκάτερον, τὸ μὲν αὐτὸ αὐτῷ, τὸ δὲ τῷ δικαίῳ.