Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

άλλος ᾄδεται γυναικὸς Πελοποννησίας· πλέει βάρβαρος ἀνὴρ ἐπʼ αὐτὴν ἀπὸ τῆς Ἴδης, οὐ γεωργός, ἀλλὰ γεωργοῦ ἡμερώτερος καὶ σχολαίτερος καὶ εἰρηνικώτερος, ποιμὴν καὶ βουκόλος. Ἐπιθυμεῖ Καμβύσης τῆς Αἰγυπτίων γῆς·

πόλεμον ἡ ἐπιθυμία διανέστησεν.

Ἐπιθυμεῖ Δαρεῖος τῆς Σκυθῶν γῆς· πολεμοῦνται Σκύθαι. Μεταβαίνει ἡ ἐπιθυμία ἐπʼ Ἐρετρίαν καὶ Ἀθήνας· καὶ μετὰ τῆς ἐπιθυμίας οἱ [*](10 et 12 μεστὰ πάντα vi. or. infra § VII c || 13 κάλλος sq. vi. or. 20. 7 a || 17 ἐπιθυμεῖ sq. vi. or. 21. 3 d) [*](10 αἰ γὰρ — 12 ἐπεγείρουσαι p) [*]((quod antequam duobus vel tribus litteris (σπι?) erasis ac suprascr. σ correctum erat, in mge repetitum est) R! 2 καὶ (ante 3 ἐλευθέραν) om. α(δ) || 5 ἄφελε] ὥστʼ ἀφελεῖν Reiske || 6 γεωργῶν μὲν (supr. ν mann antiqua) R! γεωργῶμεν cett (δ Δ) | πάντας RMN πάντες cett. (δ Δ) | ῥίψας (scil. ὁ γεωργὸς πολεμήσας) R! ῥίψεις MN πᾶς τις ῥίψας H(Δ) ῥίψας τίς φ α (δ) σμηνύην MN || 9 ὁ (ante ἄριστος) om. H(δ) Duebn. versum negat Dav. 14 ἀπὸ] ἐπὶ MN || 16 σχολαιότερος α(δ Δ°) || 18 διανίστησιν Markl. (Duk.) || 20 (et p. 286. 1) Ἐρέτριαν (et Ἐρέτρια) Duebn sine acc. R)

286
στόλοι· Ἐρετρία σαγηνεύεται, ἐπιπλεῖται Μαραθών.

Ἐπιθυμεῖ ἡ Ξέρξου γυνὴ θεραπαινίδων Λακωνίδων καὶ Ἀτθίδων καὶ Ἀργιάδων· καὶ διʼ ἐπιθυμίαν γυναικὸς ἐξαρτύονται στόλοι διαπόντιοι, ἡ Ἀσία ἐξοικίζεται, ἡ Εὐρώπη ἀνίσταται. Ἐπι|θυμοῦσιν Ἀθηναῖοι [*](104 a) Σικελίας, ἐπιθυμοῦσιν Λακεδαιμόνιοι Ἰωνίας, ἐπιθυμοῦσιν Θηβαῖοι ἡγεμονίας.

ἐρώτων πικροτάτων τῇ Ἑλλάδι. Ποῦ τις ἐλθὼν μετὰ ἀσφαλείας γεωργῇ; ποῦ δὲ εὕρῃ τὸ χρύσεον εἰρήνης πρόσωπον; ποῖον γῆς μέρος ἐραστὰς οὐκ ἔχει

(Hes. op. et. d. 640) Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη· ἴωμεν ἐπὶ τὴν Ἄσκρην. Ἀλλʼ αἰγειροφόρος ἡ Βοιωτία. Λιβύη πόρρω μέν, ἀλλὰ εὔβοτος. Ὑπερόριος ἡ Ἰνδῶν γῆ, ἀλλὰ καὶ αὕτη ἐξεῦρεν Μακεδόνα ἐραστήν, διὰ πολλῶν γενῶν καὶ πολέμων βαδίζοντα ἐπʼ αὐτήν.

Ποῖ [*](1 Ἐρετρία σαγηνεύεται cf. Plat. legg. IIl 698 d συνάψαντες . . τὰς χεῖρας σαγηνεύσαιεν πᾶσαν τὴν Ἐρετρικὴν οἱ στρατιῶται τοῦ Δάτιδος vi. etiam or. 2. 4 c vers. finem | ἐπιπλεῖται Μαρα- θών vi. or. 33. 4 b || 4 ἡ Ἀσία. ἀνίσταται or. 14. 8 b || 5. 6 ἐπι- θυμοῦσιν Ἀθηναῖοι Σικελίας vel Ἀλκιβιάδης vi. or 21. 3 d 16. p. 287. 1 ποῖ τὶς τράπηται sq. ut or. 29. 7 I) [*](4 ἐξαρτύονται — 5 ἀνίσταται p || 14 ὑπερόριος — 15 ἐρασ- στήν p) [*](1 Μαραθῶν R || 3 Ἀργειάδων α(δ Δ) || 8 ὦ Δ° | ποῦ] ποῖ Reiske || 10 versum indic. Hob. πολύχρυσον Ἀφροδίτην compa- randum adfert Combes (cf. Hes. fr. 36 cert Hes. et Hom. 110) 12 Ἄσκρῃ Hesiodus | κακῇ Hesiodus θέρος α(δ) ἀργαλέῃ He- siodus || 13 ἴωμεν — Ἄσκρην post Βοιωτία collocat Heins. | αἰ- γειροφόρος populis abundat“ cum vertisset Heinsius, inde ‘il y a trop d’habitants dans la Beotie’ sibi finxit Formey 14 εὔοτος MN || 16 πολέμων] πολεμίων Markl.)

287
τὶς τράπηται; ποῦ τὶς εὕρῃ γεωργίαν ἀσφαλῆ; Πάντα μεστὰ πολέμων, πάντα ὅπλων. Τοιγαροῦν [*]((Β 382)) εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, [*]((Β 383)) εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν.