Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δοῦλοι, πότε; Ὅτε Πεισιστρατίδαι τὸν δῆμον ἐξοπλίσαντες γεωργεῖν ἠνάγκαζον. Αὖθις δὲ ἐπελθόντος αὐτοῖς στόλου Μηδικοῦ, τῆς μὲν γῆς ἐπελάθοντο, ἐπὶ δὲ τὰ ὅπλα ἔδραμον, καὶ μετʼ αὐτῶν τὴν ἐλευθερίαν ἀνελάμβανον.

Οὐ γεωργῶν Κυναίγειρος τὰς Ἀθήνας ἠλευθέρου, οὐκ ἐν ἀμήτῳ Καλλίμαχος τούς Μήδους ἐξέβαλλεν, οὐκ ἐν γεωργοῖς ἐστρατήγει Μιλτιάδης. Ὁπλιτῶν τὰ ἔργα, μαχομένων τὸ κράτος, νικώντων ἡ ἐλευθερία.

Ἐπεὶ δὲ καὶ τῆς θαλάττης ἔδει, χαίρειν τῇ γῇ φράσαντες, καὶ παραδόντες πυρὶ τὴν ἐκεῖ ἑστίαν, καὶ μόνα ὑπολειπόμενοι τὰ ὅπλα, εἰς τὰς τριήρεις μετῳκίσθησαν. Ἔπλεεν πόλις Ἀττικὴ καὶ ἠπειρώτης δῆμος, καὶ πλέων ὁμοῦ ἐναυμάχει, καὶ ναυμαχῶν ἐκράτει, καὶ κρατῶν εἶχεν καὶ τὴν γῆν, καὶ τὴν θάλατταν.

Ἐπαινῶ καὶ Περικλέα τῆς στρατηγίας, ὃς ἀμελήσας τῶν γεωργῶν, καὶ ὁρῶν τεμνομένας τὰς Ἀχάρνας, ἐφύλαττεν τὰς [*](7. 8 στόλου Μηδικοῦ vi. or. 13. 1 a et or. 24. 6 e οἳ καὶ γεωρ- γοῦντες sq. vi. etiam ad p. 276. 3. 4 || 10 Κυναίγειρος vi. or. 34. 9 g cf. Lucian lup trag. 32 Plut. glor. Athen. 3) [*](14 χαίρειν — 17 δῆμος p (om. tamen. 15 καὶ παραδόντες — 16 ὅπλα)) [*](7 ἐπελθόντος] ὑπελθόντος α(δ) corr. Markl. || 8 ἐπὶ τὰ nescio unde Dav. || 10 Κυνέγειρος φ | ἐλευθέρου Δ || 11 ἐξέβαλεν R! (pr man.) M || 12 Μιλτιάδης (λτι in ras.) R! 14 καὶ τῆς] κρατεῖν Knebel | θαλάττης (λατ in ras.) R! || 15. 16 ὑπολιπόμενοι α(δ Δ) ἐπιφερόμενοι Reiske ἐπιλαβόμενοι Heins. || 21 ὁρῶν] παρορῶν (vel περιορῶν) Markl.)

283
Αθήνας ἐλευθέρας· μενούσης γὰρ τῆς ἐλευθερίας, ἡ γῆ μένει, τὰ φυτὰ μένει, τὰ λήϊα.

Ἔα μοι τὰ Ἑλληνικά, ἴθι ἐπὶ τοὺς βαρβάρους. Γεωργοῦσιν Αἰγύπτιοι, πολεμοῦσιν Σκύθαι· ἀνδρεῖον [*](103a)τὸ Σκυ|θικόν, δειλὸν τὸ Αἰγύπτιον· ἐλεύθερον τὸ Σκυθικόν, δοῦλον τὸ Αἰγύπτιον. Γεωργοῦσιν Ἀσσύριοι, πολεμοῦσιν Πέρσαι· δουλεύουσιν Ἀσσύριοι, βασιλεύουσιν Πέρσαι. Ἐπολέμουν Λυδοὶ πρότερον, ἐγεώργουν αὖθις Λυδοί· ἐλεύθεροι μὲν ὄντες ἐπολέμουν, δουλεύσαντες δὲ ἐπὶ γεωργίαν ἐτράποντο.

Μέτιθι ἐπὶ τὰ ζῷα· καὶ γὰρ ἐνταῦθα ὄψει ἐλευθερίαν καὶ δουλείαν, καὶ βίον ἐξ ἀρετῆς, καὶ ἐκ γῆς βίον. Βοῦς ἀροῖ, ἵππος ἀθλεύει· ἐὰν δὲ μεταθῇς τὰ ἔργα, παρανομεῖς περὶ τὴν φύσιν.