Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τίς ἂν ἡμῖν ἡ τοιαύτη ἁρμονία γένοιτο; ἀγαπῶ μὲν γὰρ ἔγωγε τὴν ἐκ μελῶν ἡδονὴν προσιοῦσαν ταῖς ἀκοαῖς, ἢ διʼ αὐλῶν ἐμπνεομένων, ἢ διὰ λύρας κρουομένης, ἢ διʼ ἄλλού του μουσικοῦ ὀργάνου δυναμένου χορηγεῖν καὶ ἐπιπέμπειν ἡμῖν προσηνὲς μέλος·

δείδια δέ, μὴ ταυτὶ τὰ μέλη ἡδονὴν μέν τινα ἔχῃ κεκραμένην ὑπὸ τέχνης καλῶς, ἄσημα δὲ ὄντα καὶ ἄλογα καὶ ἄφωνα μηδὲν μέγα τῇ ψυχῇ εἰς εὐφροσύνην συντελεῖ.

Εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν ὁ μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς· ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ ἐνοδμή, κιβδηλότατον ἐν ἡδονῇ χρῆμα, καὶ ἐν τροφῇ ἀσθενέστατον.

Εὐωχητέον οὖν τὰς ἀκοάς, τρέφοντας ὁμοῦ, τὰς μὲν ὀδμὰς ταύτας τὰς ἐκ τῶν μελῶν παραπεμπομένους, τὰ δὲ ἐκ λόγων σιτία προσάγοντας αὐταῖς.