Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Σκυθῶν δὲ οἱ μὲν πολλοὶ γάλακτι βιοτεύουσιν, ὅσα οἱ ἄλλοι ἐπὶ οἴνῳ· τοῖς δὲ αἰ μέλιτται καθηδύνουσι τὸ πόμα, ἐπὶ πετρῶν [*]( Ed. Duebn. p.110) καὶ δρυῶν διαπλάττου |σαι τοὺς σίμβλους·

εἰσὶν δέ, [*](96 b) οἳ τῇ παρὰ τῶν νυμφῶν ὀχετείᾳ καὶ ἐπιρροῇ οὐδὲν λυμαίνονται, ἀλλ᾿ αὐτοφυεῖ προσχρῶνται ποτῷ 5 ὕδατι·

ἓν δέ τι, οἶμαι, Σκυθῶν γένος πίνουσιν μὲν ὕδωρ, ἐπειδὰν δὲ αὐτοῖς δέῃ τῆς κατὰ μέθην ἡδονῆς, νήσαντες πυράν, θυμιῶντες εὐώδεις βοτάνας, περικαθίσαντες ἐν κύκλῳ τῇ πυρᾷ, ὡς περὶ κρατῆρα, εὐωχοῦνται τῆς ὀδμῆς, καθάπερ οἱ ἄλλοι τοῦ ποτοῦ, καὶ μεθύσκονταί γε ὑπ᾿ αὐτῆς, καὶ ἀναπηδῶσιν, καὶ ᾄδουσιν, καὶ ὀρχοῦνται.

Τί δή μοι βούλεται ἡ περίοδος τοῦ λόγου; ἐνδείξασθαι ὑμῖν διάκρισιν καλοῦ καὶ ἡδονῆς.

Τίθει γάρ μοι, κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὸ αὐτοφυὲς τῆς τροφῆς [*](4 Σκυθῶν οἱ πολλοὶ scil. οἱ Γαλακτοφάγοι cf. Strab. 7. 300 Ptolem 6. 14. 12 || 10 ἓν δέ τι . . Σκυθῶν γένος scil. Μασσαγέται cf. Herod l 201 sq. schol. ad Lucian. ver. hist. l 30) [*](11 ἐπειδὰν — 14 τῆς ὀδμῆς ν (: νήσαντες)) [*](2 βότρυν (in ras. ex βο | βοτρυν) R | εὐπρεπίσαντες (pr. man.) R || 5 ὅσα ὡς οἱ N ὅσῳ οἱ M ὡς οἱ φα(θ) || 7 διαπλάτ- τουσι Dav. et Oxniensis || 8 οἱ R | τῇ παρὰ] παρὰ τῇ MΝ α(δ) παρὰ del. Heins. (οἵ) περ τῇ Steph. |ἐπιροῇ R! || 11.12 ἡδονησ|ή- σαντες R! || 12 πυρᾶ v |θυμιῶντες εὐώδεις] θυμιώδεις ν καίοντες εὐώδεις α(δ) quod priori quam sibi finxit Maximi editioni attri- buit Markl. | βοτάνας (βοτα in ras.) R! ||13 ὡς περὶ ob. ὥσπερ codd (δ Δ) | κρατῆρος MN φα(δ) κρατῆρι Hv(Δ) ||14 ὀσμῆς Mv 15 ἀναπηδῶσιν (δω in ras.) R! 17. 18 ἐνδείξασθαι (ιξα in ras.) R! || 19 κατὰ (τα in ras) R! | δὲ om. α(δ) (κατά) γε Markl. Schenkl μὲν Reiske (Δ))

263
καὶ τοῦ ποτοῦ, τὸ καλὸν αὐτό, ὅπερ εἶναι δεῖ καὶ μὴ δοκεῖν μόνον· κατὰ δὲ τὸ ποικίλον καὶ ἐπίκτητον τῶν ἄλλων ἄλλους ἄλλως εὐφραινόντων, τὴν ἡδονήν· δοκεῖν γὰρ εἶναι δεῖ ταύτην μόνην.

Οὕτω δὴ τούτων ἐχόντων, γίγνεται ὁ μὲν ἔρως λόγος, καὶ ἀρετή, καὶ τέχνη· λόγος μὲν ὁ κατὰ τὴν ἀλήθειαν, ἀρετὴ δὲ κατὰ τὴν διάθεσιν, τέχνη δὲ κατὰ τὴν εὐστοχίαν τοῦ καλοῦ· ἐπιθυμίαι δὲ ἡδονῶν, ἄλογοι ἀλόγων.