Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐν χρυσῷ, τῷ πάντων γαυροτάτῳ; Σκελίαν δὲ εἴ μοι λέγοις, ἢ τὴν Ἑλλήνων γῆν, ἐλπίδας λέγεις ἡδονῶν, κάλλος δὲ οὐδαμοῦ·

εἰ δέ μοι, νὴ Δία, τὴν Αἰγυπτίων γῆν λέγοις τὴν τὰς πυραμίδας ἔχουσαν τὰς μεγάλας, καὶ τὸν πολύν ποταμόν, οὐδὲ ταύτην λέγεις ἔχουσαν τὸ καλόν, οὐδὲ Βαβυλῶνα αὐτὴν τὴν εὐτειχοτάτην, οὐδὲ Μηδίαν τὴν εὐιπποτάτην, οὐδὲ τὴν Φρυγῶν γῆν τὴν εὐβοτωτάτην, οὐδὲ Σάρδεις τὰς εὐχρυσοτάτας. Ἕκαστον γὰρ τούτων τοσούτου δεῖ εἶναι καλόν, ὅσουπερ καὶ ἡδύ· μᾶλλον μὲν ἡδύ τῷ δυναμένῳ πορίσασθαι ἐξ αὐτοῦ ἡδονήν, ἢ καλὸν τῷ μὴ δυναμένῳ ἐξ αὐτοῦ ὄνασθαι·

οὐδὲν γὰρ καλὸν ἐπιβλαβές, οὐδὲ [εἰς] σφαλερόν, οὐδὲ εἰς μοχθηρίαν συντελοῦν, οὐδὲ εἰς δυστυχίαν ἄγον, οὐδὲ εἰς συμφορὰν ειραγωγοῦν, οὐδὲ εἰς μετάγνωσιν τελευτῶν.

Εἶεν. Ὁ ἔρως ἡμῖν κάλλους ἦν ἔρως· ὁ δὲ ἐρῶν ἄλλου του, καὶ μὴ κάλλους, ἡδονῆς ἐρᾷ. Ἀφαιρῶμεν δέ, εἰ βούλει, τοὔνομα, καὶ ἐπιθυμεῖν λέγωμεν τοῦτον, [*](3.4 Αἰγυπτίων . . Βαβυλῶνα . . Σάρδεις sq. vi. or 29. 2 f ὑπο- πτεύων sq. || 18 ἐπιθυμεῖν λέγωμεν τοῦτον, ἀλλ᾿ οὐκ ἐρᾶν cf. Plat Phaedr. 237 d Plut. am. 21 πρὸς ἐκείνους μαχόμεθα τοὺς λόγους οὓς Ζεύξιππος ἀρτίως διῆλθεν . . ἐπιθυμίᾳ τὸν ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν) [*](3.4 Αἰγυπτίων — 8. 9 εὐχρυσοτάτας p) [*](8 in mge σημείωσαι (schol. recent.) R!) [*](1 γαυροτάτῳ, 〈ἢ ἐν τιμῇ τῷ πάντων κενωτάτῳ·〉 Σικελίαν Reiske || 3 οὐδαμοῦ· εἰ δέ μοι ἢ διὰ τὴν RMN φ οὐδαμοῦ οὐδέ μοι ἢ τὴν α(θ) οὐδαμοῦ· οὐδ᾿ εἴ μοι νὴ Δία τὴν Markl. (Duebn.) || 4 γῆν λέγοις] μοι λέγεις γῆν p || 5.6 lacunam (post ποταμόν) indic. et expl. Hob. || 6 τὴν (post αὐτὴν) om. Duebn. αὖ τὴν Markl || 6. 7 εὐτυχεστάτην φα(δ) || 9 τοσοῦτον α(δ) 10 ὅσονπερ α(δ) || 13 εἰς (ante σφαλερὸν) del. Markl. (Duebn.) 18 τοῦτο Markl.)

259
ἀλλ᾿ οὐκ ἐρᾶν, ἵνα μὴ τῇ περὶ τὴν φωνὴν παρανομίᾳ πρᾶγμα ὑπαλλάξαντες λάθωμεν, ἀλλ᾿ οὐ τοὔνομα μόνον.

[*](95b)

Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡ |δονῆς. τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα.

Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις.