Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλὰ κἂν ἵππον ἴδῃ ἱππικὸς ἀνὴρ καὶ τοῦ κάλλους ἐπαινέσῃ, καὶ κτήσασθαι μὴ δυνηθῇ, οὐ δεῖται βρόχου· ἐξαρκεῖ δὲ καὶ τῷ γεωργῷ καὶ ἐν γειτόνων, εἰ δὴ φυτὸν καλόν, ἡ ὄψις αὐτή· ἐξαρκεῖ καὶ τῷ θηρευτῇ, κἂν παῤ ἄλλῳ ιδῃ σκύλακα ὡραῖον, ἡ ὄψις αὐτή· καὶ οὐδεὶς τούτων θανατᾷ δι᾿ ἀπορίαν τῶν κτημάτων.

Ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, ἢ οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, ἢ τοῖς σώμασιν οἱ ἐρασταί· ἀλλ᾿ οὐδεὶς θανατᾷ τούτων, ἐὰν μὴ τύχῃ χρυσοῦ.

Οὐδὲ γὰρ ὁ Πέρσης βασιλεὺςματιστῶν ἀκορεστότατος καὶ ἐπιμανέστατος, ὃς ἄρχων αὐτῆς γῆς, καὶ ἐν τοσαύταις ἡδοναῖς φυρόμενος, ὅσαι [*](4 ἵππον sq. vi or. 21. 8 d || 6 φυτὸν καλόν sq. vi. simil. or. 19. 4 f || 7 θηρευτῇ cf. Plut. amat. 21 καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον sq || 8 σκύλακα vi. or. 19. 3 a || 13. 14 ὁ Πέρσης βασιλεὺς sq. scil. Δαρεῖος cf. Herod. l 187 Stob.flor. 10. 53 lulian. ll 85 c ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην μισθω- τόν, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν ἀναπειθόμενον . . .) [*](1 τί γὰρ δεῖ — 2 ἀνεχόμενον n) [*](6 in mge ἐν γειτόνων (schol. vet. a) R!) [*](6 καὶ ἐν RMN κἂν ἐν certt. (δ Δ) | γειτόνω MNα quod corr. Leopardus (Emend. XVIII 28) γείτονος Steph. | εἰ δὴ Hob. ἤδη RMN ἴδῃ certt. (δ Δ) || 7 ἐξαρκεῖ δὲ καὶ α(δ) || 8 ὡραῖον H(Δ) ὡρμαῖον R (sine acc.) MN (i. e. ὡραῖον suprascr. signo quodam litterae μ simili ut or. 1.9c ὠνάμεθα) ὅρμαιον α(δ) quod corr Leopardus || 9 ἐρῶσιν M ἐρῶσι R cum certt. || 12 ἢ (in ras) R! 12. 13 τούτων (υτ in ras.) R! ||13. 14 βασιλεὺς del. Dav. 16 αὐτῆς] τοσαύτης Η(Δ))

254
πληροῦσιν βασιλέως ἀκολάστου ὀρέξεις, ἐπεβούλευσεν νεκροῦ τάφῳ. Φήμη δὲ αὐτὸν ἐ| πεσπάσατο χρυσοῦ [*](94a) κατορωρυγμένου σύν τῷ νεκρῷ, καὶ ἐτυμβωρύχει ὁ μέγας βασιλεὺς τὴν τιάραν ἔχων, καὶ τὸν μὲν χρυσὸν οὐχ εὗρεν, ἐπίγραμμα δὲ ἔνδοθεν ἐπὶ τῷ τάφῳ, ὃ νεκρὸς λέγει· ‘ὦ πάντων ἀνθρώπων ἀπληστότατε· ὃς ἔτλης ἐν νεκροῦ νεκροῦ θίγειν δι᾿ ἔρωτα χρυσοῦ’.

Τοῦτο εἴποι ἂν καὶ Ἕλλην λόγος πρὸς Ἕλληνα ἄνδρα ἐπὶ ὕβριν σαρκῶν ὑπὸ ἀκορέστου ἐπιθυμίας ὁρμηθέντα, ὅταν αὐτὸν ἐπισπάσηται φήμη κάλλους κατορωρυγμένου ἐν σώματι.