Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐν Λοκροῖς τοῖς Ἰταλιώταις ἔφηβος ἦν καλός, καὶ νόμος καλός, καὶ ἐρασταὶ πονηροί· ἐρᾶν μὲν ἠναγκάζοντο ὑπὸ τοῦ κάλλους, εἴργοντο δὲ ὑπὸ τοῦ νόμου κακῶς ἐρᾶν· οἰστρούμενοι δὲ ὑπὸ τοῦ πάθους πρὸς τὴν ὕβριν, τὸν μὲν ἔφηβον οὐκ ἔπεισαν (νόμιμος γὰρ ἦν), ἧξαν δὲ οἱ δυστυχεῖς ἐπὶ βρόχον πάντες ἑξῆς. [*](5.6 ἐρᾷ Σπαρτιάτης sq. scil. Agesilaus vi. or. 19 5 b || 7 ὡς ἀγάλματος καλοῦ vi. or. 21. 8 f cf. Plat. Phaedr. 251 a || 7. 8 εἷς πολλῶν cf. simil. Plato symp 210b || 11 τί γὰρ ἂν εἴη ὡραιό- τερον τοῦ ἡλίου vi. simil. or. 39. 4 c || 19 ἐπὶ βρόχον vi. supra § V b ὁ ἅπτων βρόχον) [*](15 in mge σημείωσαι (schol. recent.) R!) [*](2 ἐραστὸν] ἀνέραστον φ (Duebn.) ἐραστὴν Nα(δ) οὐκ ἐραστὴν Dav. ἐραστὴν (οὐκ) μὴ (Dav. ²) Markl || 3 προσάψασθαι (σα in ras.) || 8 ὕβρεως (ὑβρ in ras) R! ||9 ἀλλήλους] ἄλλους Markl. 10 μόνος Markl (Duebn.) || 12 πολυδερκέστερον Hob. πολυσαρ- κέστερον (i e πολvδρκεϲτεροn suprascr. C i.e. ε) RMN πο- λυαρκέστερον Η(Δ) πολλοῖς ἀρκέστερον φα(δ) |ὁρῶσιν ἥλιον Markl. || 19 ᾖξαν Perirzonius (ad Aelian. v. hist. IIl 42) ἧψαν (del ἐπὶ) Markl ἥττοντο H unde ἤττοντο Dav. sed cave attingas verbi ἥκειν hanc ἀόριστον inusitatiorem qua utitur etiam p.250.20)

253
Ἄξιοι μὲν θανάτου· τί γὰρ δεῖ ζῆν ἄνδρα μηδὲ ὀφθαλμῶν ἀνεχόμενον; Ἄγαλμα μέν τις ἰδὼν καὶ [*](Ed. Duebn. p. 107) ἐπαινέσας τὸ κάλλος, οὐκ ἐδεήθη βρόχου·

ἀλλὰ κἂν ἵππον ἴδῃ ἱππικὸς ἀνὴρ καὶ τοῦ κάλλους ἐπαινέσῃ, καὶ κτήσασθαι μὴ δυνηθῇ, οὐ δεῖται βρόχου· ἐξαρκεῖ δὲ καὶ τῷ γεωργῷ καὶ ἐν γειτόνων, εἰ δὴ φυτὸν καλόν, ἡ ὄψις αὐτή· ἐξαρκεῖ καὶ τῷ θηρευτῇ, κἂν παῤ ἄλλῳ ιδῃ σκύλακα ὡραῖον, ἡ ὄψις αὐτή· καὶ οὐδεὶς τούτων θανατᾷ δι᾿ ἀπορίαν τῶν κτημάτων.

Ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, ἢ οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, ἢ τοῖς σώμασιν οἱ ἐρασταί· ἀλλ᾿ οὐδεὶς θανατᾷ τούτων, ἐὰν μὴ τύχῃ χρυσοῦ.