Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον.

Ὅ τε οὖν λόγος αὐτὸς αὐτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν· ὅ τε ἔρως αὐτὸς αὐτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ.

Ἔστιν δὲ ἡ πειθὼ συζυγία ἔρωτος καὶ λόγου πρὸς τὸ καλὸν ὁρμωμένων, καὶ λαμπρυνομένων ἐπ᾿ αὐτὸν πολλῷ δρόμῳ.

δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορωρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξαπατᾶται ὑπ᾿ αὐτῆς· πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ κολακείας ἀνάπλεων·||

[*](1 ὥσπερ γὰρ sq. = or. 31. 4 a sq vi. etiam or. 10. 5 f sq 12 ὡς . . τεχνίτῃ ὄργανον quod de deo dictum est or 13. 4 a et c; 41. 4 d et g || 15 ἔρωτος καὶ λόγου sq. vi. or. 11. 10c ἐπιτρέψας sq. || 17.18 κατορωρύχθαι ut animam in corpore vi or. 7. 5 e etian or. 29. 2 a et infra § l f || 19 πιθανὸν κακὸν ἡδονή scil. δέλεαρ κακῶν cf Plat. Tim. 69 c republ. VII 522 Apul. dogm. Plat II 11)[*](1 ὥσπερ — 9 ἔδωκεν v (: ὡς (ὡς cod.) δὲ) | ἄλλο — 5 φω- λεοί p || 17 ὁ δὲ οἰόμενος — 20 ἀνάπλεων n)[*](2 αὐτοῦ ν αὐτὸν MN || 3 δρόμος· θήρα v || 5 ἰλυσπωμένῳ vα(δ Δ) |ὡς δὲ α(θ) ὧδε Duebn. || 7 θεῖν] ἐλθεῖν v || 8 ἀσθε- νεῖς] ἀμβλεῖς Markl. Meiser || 9 δὲ (post λόγον) om. v || 16 ὁρμω- μένων et λαμπρυνομένων transponit Meiser |ἐπ᾿ αὐτὸ α(δ Δ) del. Markl. |πολλῷ 〈ἐπ᾿ αὐτὸ〉 Markl.)
250
[*]( Ed. Deubn. p. 106)

Τοῦτο καὶ μειράκιον Τρωϊκὸν βουκολοῦν τέως καὶ περὶ τὴν Ἴδην πλανώμενον, οὐκ ἀνασχόμενον τὰς οἴκοι ἡδονάς, ἐπὶ θάλατταν ἐκ τῶν ὁρῶν καταβιβασάμενον, εἰς ναῦν ἐνθέμενον, ἐπὶ Πελοποννήσου ἐπεραίωσεν, λῃστὴν ἐραστήν.