Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὰ ἄλλα ἐλαττουμένοις τῶν ἀπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτασθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν ἀμήχανοι),

λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον.

Ὅ τε οὖν λόγος αὐτὸς αὐτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν· ὅ τε ἔρως αὐτὸς αὐτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ.